Δευτέρα 30 Ιουλίου 2012

Κυριακή Η΄Ματθαίου. Ἁγίου Ἰωάννου Χρυσοστόμου

Κυριακή Η΄Ματθαίου Ματθ. ιδ΄, 14-22
 Ὑπόμνημα εἰς τὸν Ἅγιον Ματθαῖον τὸν Εὑαγγελιστὴν
 ὁμιλίαν μθ΄
α΄. Ὅρα πανταχοῦ αὐτὸν ἀναχωροῦντα, καὶ ὅτε παρεδόθη Ἰωάννης καὶ ὅτε ἀνῃρέθη, καὶ ὅτε ἤκουσαν  γὰρ πλείονα ἀνθρωπινώτερον βούλεται διοικεῖν,  οὐδέπω καιροῦ καλοῦντος οἱ ἀπογυμνῶνσαι τὴν θεότητα σαφῶς.  Διὸ καὶ τοῖς μαθηταὶς ἔλεγε, μηδενὶ εἰπεῖν, ὅτι αὐτὸς ἐστιν ὁ Χριστὸς·  μετὰ γὰρ τὴν ἀνάστασιν ἐβούλετο τοῦτο γενέσθαι γνωριμότερον. Ὅθεν τοῖς τέως διαπιστήσασι τῶν Ἰουδαίων οὐ σφόδρα ἦν βαρύς, ἀλλὰ καὶ συγγνωμικὸς. Ἀναχωρήσας δὲ οὐ ἄπεισιν εἰς πόλιν, ἀλλ’ εἴς ἔρημον, καὶ ἐν πλοίῳ, ὥστε μηδένα ἀκολουθῆσαι. Σὺ δὲ μοι σκόπει πῶς οἱ μαθηταὶ Ἰωάννου λοιπὸν μᾶλλον, ὠκειώθησαν τῷ Ἰησοῦ. Αὐτοὶ γὰρ εἰσιν οἱ ἀπηγγελκότες αὐτῷ τὸ γεγεννημένον·  καὶ γὰρ πάντας ἀφέντες, ἐπ’ αὐτὸν καταφεύγουσι λοιπόν. Οὕτως οὐ μικρὸν μετὰ τῆς συμφορᾶς καὶ τὰ ἤδη παρ’ αὐτοῦ διὰ τῆς ἀποκρίσεως ἐκείνης οἰκονομηθέντα κατώρθωσεν. Ἀλλὰ  τίνας ἕνεκεν πρὶν ἤ ἀπαγγεῖλαι αὐτοὺς οὐκ ἀνεχώρησε, καίτοιγε ἤδει καὶ πρὶν ἡ ἀπαγγεῖλαι τὸ γεγενημένον; Δεικνὺς  διὰ πάντων τῆς οἰκονομίας τὴν ἀλήθειαν. Οὐ γὰρ δὴ μόνον τῇ ὄψει, ἀλλὰ καὶ τοῖς ἔργοις τοῦτο πιστοῦσθαι ἐβούλετο, διὰ τὸ εἰδέναι τοῦ διαβόλου τὴν κακουργίαν, καὶ ὅτι πάντα ἐργάσεται, ὥστε ταύτην ἀνελεῖν τὴν δόξαν. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀναχωρεῖ· οἱ δὲ ὄχλοι οὐδὲ οὕτως ἀφίστανται, ἀλλ’ ἕπονται προσηλωμένοι, καὶ οὐδὲ τὸ δρᾶμα αὐτοὺς ἐφόβησε τὸ Ἰωάννου.  Τοσοῦτόν ἐστι πόθος, τοσοῦτον ἀγάπη· οὕτω πάντα νικᾷ καὶ διακρούεται τὰ δεινά.  Διὰ δὴ τοῦτο καὶ τὴν ἀμοιβὴν εὐθέως ἐπελάμβανον. Ἐξελθὼν γὰρ, φησίν, ὁ Ἰησοῦς εἶδεν ὄχλον πολύν, καὶ ἐσπλαγχνίστθη ἐπ’ αὐτούς, καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Εἰ γὰρ καὶ πολλὴ ἦν αὐτῶν ἡ προσεδρεία, ἀλλ’ ὅμως τὰ παρ’ αὐτοῦ γινόμενα πάσης σπουδῆς ὑπερέβαινεν ἀμοιβήν.  Διὸ καὶ αἰτίαν τῆς τοιαύτης θεραπείας τὸν ἔλεον τίθησιν, ἔλεον ἐπιτεταμένον· καὶ θεραπεύει πάντας. Καὶ οὐκ ἀπαιτεῖ πίστιν ἐνταῦθα.  Καὶ γὰρ τῷ προσελθεῖν, καὶ τῷ τὰς πόλεις ἀφεῖναι, καὶ τῷ μετὰ ἀκριβείας αὐτὸν ζητῆσαι, καὶ τῷ παραμένειν, καὶ τοῦ λιμοῦ καταναγκάζοντος, τὴν πίστιν ἐπιδείκνυται τὴν ἑαυτῶν. Μέλλει δὲ καὶ τρέφειν αὐτούς.  Καὶ οὐ ποιεῖ τουτο ἀφ’ ἑαυτοῦ, ἀλλ’ ἀναμένει παρακληθῆναι, ὅπερ ἔφην, πανταχοῦ τοῦτο διατηρῶν, τὸ μὴ πρότερος ἐπιπηδᾷν τοῖς θαύμασιν, ἀλλὰ καλούμενος.  Καὶ διατὶ μηδεὶς τῶν ὄχλων προσελθὼν ὑπὲρ αὐτῶν διελέχθη;  Ἠδοῦντο αὐτὸν μεθ’ ὑπερβολῆς, καὶ οὐδὲ τῆς πείνης ἐλάμβανον αἴσθησιν τῷ πόθῳ τῆς προσεδρείας. Ἀλλ’ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ προσελθόντες λέγουσι.  Θρέψον αὐτούς· ἔτι γὰρ ἀτελέστερον διέκειντο· ἀλλ’ τί; Ὀψίας δὲ γενομένης, φησί, προσῆλθον οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Εἰ γὰρ καὶ μετὰ τὸ θαῦμα ἐπελάθοντο τοῦ γεγενημένου, καὶ μετὰ τὰς σπυρίδας ἐνόμιζον αὐτὸν περὶ ἄρτων λέγειν, ἡνίκα ζύμην τὴν διδασκαλίαν τῶν Φαρισαίων ἐκάλεσε· πολλῷ μᾶλλον μηδέπω πεῖραν λαβόντες τοιούτου σημείου, οὐκ ἄν προσεδόκησάν τι τοιοῦτον ἔσεσεθαι. Καίτοιγε  προλαβὼν καὶ ἀρρώστους πολλοὺς ἐθεράπευσεν· ἀλλ’ ὅμως οὐδὲ ἐντεῦθεν τὸ τῶν ἄρτων προσεδόκησαν· οὕτως ἦσαν ἀτελεῖς τέως. Σὺ δὲ μοι σκόπει τοῦ Διδακάλου τὴν σοφίαν, πῶς αὐτοὺς ἐκκαλεῖται σαφῶς πρὸς τὸ πιστεῦσαι.  Οὐδὲ γὰρ εἶπεν εὐθέως, Τρέφω αὐτούς· οὐδὲν γὰρ ἔμελλεν εὐπαράδεκτον εἶναι· ἀλλὰ τί; Ὁ δὲ Ἰησοῦς, φησίν, εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔζουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οὐ εἶπε, Δίδωμι αὐτιοῖς, ἀλλ’ Ὑμεῖς δότε. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον, Αὐτοὶ δὲ οὐδὲ οὕτω διανέστησαν, ἀλλ’ ἔτι ὡς ἀνθρώπῳ διαλέγονται, λέγοντες· Οὐκ ἔχομεν, εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.  Διὸ καὶ ὁ Μᾶρκος φησίν, ὅτι Οὐ συνῆκαν τὸ λεχθέν· καὶ γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη. Ἐπεὶ οὖν ἔτι χαμαὶ ἐσύροντο,  τότε τὰ παρ’ ἑαυτοῦ λοιπὸν εἰσάγει, καὶ φησι·  Φέρετέ μοι αὐτοὺς ὦδε. Εἰ γὰρ καὶ ἔρημος ὁ τόπος, ἀλλ’ ὁ τρέφων τὴν οἰκουμένην πάρεστιν· εἰ δὲ καὶ ἡ ὥρα παρῆλθεν, ἀλλ’ ὁ μὴ ὑποκείμενος ὥρᾳ ὑμῖν διαλέγεται. Ὁ δὲ Ἰωάννης καὶ κριθίνους αὐτοὺς εἶναι, λέγει οὐ παρέργως τοῦτο διηγούμενος, ἀλλὰ  τὸν τῦφον τῆς πολιτελείας παιδεύων ἡμᾶς καταπατεῖν. Τοιαύτη καὶ ἡ τῶν προφητῶν τράπεζα  ἦν. Λαβὼν τοίνυν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ κελεύσας τοὺς ὄχλους, φησίν, ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε· καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις·  καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεύον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. Οἰ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
β΄. Διατὶ ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εὐλόγησεν; Ἔδει πιστευθῆναι αὐτὸν, ὅτι ἀπὸ τοῦ Πατρὸς ἐστι, καὶ ὅτι ἴσος ἐστί.  Τὰ δὲ τούτων κατασκευαστικὰ ἀλλήλους ἐδόκει μάχεσθαι.  Τὴν μὲν γὰρ ἰσότητα τὸ μετ’ ἐξουσίας πάντα ποιεῖν ἐδείκνυ· τὸ δὲ παρὰ τοῦ Πατρὸς εἶναι οὐκ ἄν ἑτέρως  ἐπείσθησαν,  εἰ μὴ μετὰ πολλῆς τῆς ταπεινότητος εἰς αὐτὸν πάντα ἀναφέρον ἐποίει, καὶ  καλὸν αὐτὸν εἰς τὰ γινόμενα.  Διὰ δὴ τοῦτο οὔτε  ταῦτα μόνον ἐποίει, οὔτε ἐκεῖνα, ἵνα βεβαιωθῇ ἀμφότερα καὶ νῦν μὲν μετ’ ἐξουσίας, νῦν δὲ εὐχόμενος θαυματουργεῖ. Εἶτα ἵνα μὴ δόξῃ πάλιν μάχη εἶναι τὸ γινόμενον, ἐν μὲν τοῖς ἐλάττοσιν ἀναβλέπει εἰς τὸν οὐρανόν, ἐν δὲ τοῖς μείζοσι μετ’ ἐξουσίας  πάντα ποιεῖ· ἵνα μάθης καὶ ἐν τοῖς ἐλάττοσιν ὅτι οὐκ ἐνδυναμούμενος ἑτέρωθεν, ἀλλὰ τιμῶν τὸν γεγεννηκότα  οὕτω ποιεῖ.  Ὅτε γοῦν ἁμαρτήματα ἀφῆκε, καὶ τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν ληστὴν εἰσήγαγε, καὶ τὸν παλαιὸν μετὰ πολλῆς τῆς περιουσίας ἔλυσε νόμον, καὶ νεκροὺς μυρίους ἀνέστησε, καὶ θάλατταν ἐχαλίνωσε, καὶ τὰ ἀπόρρητα τῶν ἀνθρώπων ἤλεγξε, καὶ ὀφθαλμὸν ἐδημιούργησεν, ἅ Θεοῦ μόνον κατορθώματά ἐστι, καὶ  ἐτέρου οὐδενὸς, οὐδαμοῦ φαίνεται εὐχόμενος· ὅτε δὲ τοὺς ἄρτους πηγάσαι παρασκεύασεν, ὅ πολὺ τούτων ἁπάντων ἔλαττον ἦν, τότε ἀναβλέπει εἰς τὸν οὐρανόν· ὁμοῦ μὲν ταῦτα κατασκευάζων, ἅπερ εἶπον, ὁμοῦ δὲ παιδεύων ἡμᾶς, μὴ πρότερον ἅπτεσθαι τραπέζης, ἕως ἄν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν ταύτην παρέχοντι.  Καὶ διατὶ οὐ ποιεῖ ἐκ μὴ ὄντων;  Ἐφράττων τὸ Μαρκίωνος καὶ Μανιχαίου στόμα, τῶν τὴν κτίσιν ἀλλοτριούντων αὐτοῦ, καὶ διὰ τῶν ἔργων αὐτῶν παιδεύων, ὅτι καὶ τὰ ὁρώμενα ἅπαντα αὐτοῦ ἔργα καὶ κτίσματά εἰσι, καὶ δεικνὺς, ὅτι αὐτὸς ἐστιν ὁ τοὺς καρποὺς διδούς, ὁ εἰπὼν ἐξ ἀρχῆς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν.  Οὐδὲ γὰρ ἔλαττον τοῦτο ἐκείνου.  Εἰ γὰρ καὶ ἐξ οὐκ ὄντων ἐκεῖνα, ἀλλ’ ὅμως ἐξ ὕδατος· οὐκ ἔλαττον δὲ τοῦ ἀπὸ γῆς δεῖξαι καρπὸν καὶ ἀπὸ ὑδάτων ἑρπετὰ ἔμψυχα, τὸ ἀπὸ ἄρτων πέντε ποιῆσαι ἄρτους τοσούτους, καὶ ἀπὸ ἰχθύων πάλιν· ὅ σημεῖον ἦν τοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάττης αὐτὸν κρατεῖν.  Ἐπειδὴ γὰρ ἐν τοῖς ἀσθενοῦσαν ἀεὶ ἐποίει τὰ θαύματα, ποιεῖ καὶ καθολικὴν εὐεργεσίαν, ἵνα μὴ θεωροὶ μόνον οἱ πολλοὶ τῶν ἑτέροις συμβόντων γένωνται, ἀλλὰ καὶ αὐτοὶ τῆς δωρεᾶς ἀπολαύσωσι. Καὶ ὅπερ ἐδόκει ἐπὶ τῆς ἐρήμου τοῖς Ἰουδαίοις εἶναι θαυμαστόν, (ἔλεγον γοῦν, Μὴ καὶ ἄρτον δύναται δοῦναι, ἤ ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;)  τοῦτο διὰ τῶν ἔργων ἐπιδείκνυται.  Διὰ τοῦτο καὶ εἰς ἔρημον αὐτοὺς ἄγει ἵνα μεθ’ ὑπερβολῆς ἀνύποπτον ἧ τὸ θαῦμα, καὶ μηδεὶς νομίσῃ πλησίον κώμην παρακειμένην εἰσενεγκεῖν τι εἰς τὴν τράπεζαν.  Διὰ τοῦτο καὶ τῆς ὥρας μέμνηται, οὐχὶ τοῦ τόπου μόνον. Καὶ ἕτερον δὲ μανθάνομεν, τὴν φιλοσοφίαν τῶν μαθητῶν τὴν ἐν τοῖς ἀναγκαίοις, καὶ πῶς κατεφρόνουν τροφῆς.  Δώδεκα  γὰρ ὄντες πέντε ἄρτους εἶχον μόνους καὶ δύο ἰχθύας· οὔτω πάρεργα ἦν αὐτοῖς τὰ σωματικὰ, καὶ τῶν πνευματικῶν εἴχοντο μόνον.  Καὶ οὐδὲ τῶν ὀλίγων ἀντείχοντο, ἀλλὰ καὶ αὐτοὺς αἰτηθέντες ἔδωκαν. Ὅθεν παιδεύεσθαι χρή, ὅτι κἄν ὀλίγα ἔχωμεν, καὶ αὐτὰ προεῖσθαι δεῖ τοῖς δεομένοις.  Κελευθέντες γοῦν ἐνεγκεῖν τοὺς πέντε ἄρτους, οὐ λέγουσι·  Καὶ πόθεν ἡμῖν ἔσται ἡ διατροφή; Πόθεν δὲ ἡμεῖς παραμυθησόμεθα τὴν πεῖναν τὴν ἡμετέραν;  ἀλλ’ ὑπακούουσιν εὐθέως.  Πρὸς δὲ τοῖς εἰρημένοις, ὡς ἔμοιγε δοκεῖ, διὰ τοῦτο ἐκ τῶν ὑποκειμένων ποιεῖ, ἵνα αὐτοὺς εἰς πίστιν ἀγάγῃ· ἔτι γὰρ ἀσθενέστερον διέκειντο.  Διὸ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπει.  Τῶν μὲν γὰρ ἄλλων σημείων εἶχον πολλὰ ὑποδείγματα· τούτου δὲ οὐδὲν. Λαβὼν τοίνυν διέκλασε, καὶ ἐδίδου· διὰ τῶν μαθητῶν, τούτῳ αὐτοὺς τιμῶν· οὐ τιμῶν δὲ μόνον, ἀλλ’ ἵνα ὅταν γένηται τὸ θαῦμα, μὴ ἀπιστήσωσι, μηδὲ ἐπιλάθωνται παρελθόντος, τῶν χειρῶν αὐτοῖς μαρτυρουσῶν.  Διὸ καὶ τοὺς ὄχλους ἀφίησι πρότερον τῆς πείνης αἴσθησιν λαβεῖν, καὶ τούτους ἀναμένει πρότερον ποσελθεῖν καὶ ἐωρωτῆσαι, καὶ δι’ αὐτῶν αὐτοὺς κατακλίνει, καὶ δι’ αὐτῶν διανέμει, ταῖς οἰκεῖαις ὁμολογίαις, καὶ ἔργοις προκαταλαβεῖν βουλόμενος ἕκαστον.  Διὰ τοῦτο καὶ παρ’ αὐτῶν λαμβάνει τοὺς ἄρτους ἵνα πολλὰ τὰ μαρτύρια ἤ τοῦ γινομένου καὶ ὑπομνήματα τοῦ θαύματος ἔχουσι. Εἰ γὰρ καὶ τούτων συμβάντων ἐπελάθοντο, τί οὐκ ἄν ἔπαθον, εἰ μὴ καὶ ταῦτα κατεσκεύασε;  Καὶ κελεύει αὐτοὺς ἐπὶ στιβάδος ἀναπεσεῖν, φιλοσοφεῖν τοὺς ὄχλους παιδεύων. Οὐ γὰρ θρέψαι τὰ σώματα μόνον ἐβούλετο, ἀλλὰ καὶ τὴν ψυχὴν παιδεῦσαι.
γ΄. Καὶ ἀπὸ τοῦ τόπου τοίνυν καὶ ἀπὸ τοῦ μηδὲν πλέον ἄρτων δοῦναι καὶ ἰχθύων, καὶ τοῦ πᾶσι τὰ αὐτὰ προθεῖναι καὶ ποιῆσαι κοινά, καὶ μηδὲν θατέρῳ θατέρου πλέον παρασχεῖν, καὶ ταπεινοφροσύνην, καὶ ἐγκράτειαν, καὶ ἀγάπην, καὶ τὸ ὁμοίως πρὸς ἀλλήλους διακεῖσθαι, καὶ τὸ κοινὰ πάντα νομίζειν εἶναι ἐπαίδευε. Καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Τοὺς πέντε ἄρτους κλάσας ἔδωκε, καὶ Οἰ πέντε ἐν ταῖς χερσὶ τῶν μαθητῶν ἐπήγαζον.  Καὶ οὐδὲ μέχρι τούτου τὸ θαῦμα ἱστᾷ, ἀλλὰ καὶ περισσεῦσαι ἐποίησε· καὶ περισσεῦσαι οὐχὶ ἄρτους ὁλοκλήρους ἀλλὰ κλάσματα· ἵνα δείξῃ ὅτι ἐκείνων τῶν ἄρτων ταῦτα λείψανα ἦν, καὶ ὥστε τοὺς ἁπόντας μαθεῖν τὸ γεγενημένον.  Διὰ τοῦτο καὶ πεινᾶσαι ἀφῆκε τοὺς ὄχλους, ἵνα μὴ τις φαντασίαν εἶναι νομίσῃ τὸ γεγενημένον.  Διὰ τοῦτο καὶ δώδεκα κοφίνους πριεσσεῦσαι ἐποίησε ν, ἵνα καὶ Ἰούδας βαστάσῃ. Ἠδύνατο μὲν γὰρ καὶ σβέσαι τὴν πεῖνα, ἀλλ’ οὐκ ἄν ἔγνωσαν οἰ μαθηταὶ τὴν δύναμιν ἐπεὶ καὶ ἐπὶ Ἠλίου τοῦτο γέγονεν. Οὕτω γοῦν αὐτὸν ἐξεπλάγησαν ἐντεῦθεν οἱ Ἰουδαῖοι, ὅτι καὶ βασιλέα ἠθέλησαν ποιῆσαι, καίτοιγε ἐπὶ τῶν ἄλλων σημείων οὐδαμοῦ τοῦτο ποιήσαντες. Τίς τοίνη παραστήσετε λόγος, πῶς ἐπήγαζον οἱ ἄρτοι; πῶς ἀπέρρεον ἐν τῇ ἐρήμῳ; πῶς τοσούτοις ἥρκεσαν; καὶ γὰρ πεντακισχίλιοι ἦσαν, χωρὶς γυναικῶν καὶ παιδίων· ὅ μέγιστον ἦν τοῦ δήμου ἐγκώμιον, ὅτι καὶ γυναῖκες καὶ ἄνδρες προσήδρευον· πῶς τὰ λείψανα γέγονε; (καὶ γὰρ καὶ τοῦτο τοῦ προτέρου οὐκ ἔλαττον)·  καὶ τοσαῦτα γέγονεν, ὥστε ἰσαρίθμους γενέσθαι τοῖς μαθηταῖς κοφίνους, καὶ μήτε πλείω μὴτε ἐλάττω; Λαβὼν τοίνυν τὰ κλάσματα,  οὐχὶ τοῖς ὄχλοις ἔδωκεν, ἀλλὰ τοῖς μαθηταῖς· καὶ γὰρ τῶν μαθητῶν οἱ ὄχλοι ἀτελέστερον διέκειτο.
Ποιήσας δὲ τὸ σημεῖον, Εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν , ἕως οὖ ἀπολύσῃ τοὺς ὄχλους. Εἰ γὰρ καὶ παρὼν ἐδόκει φαντάζειν, ἀλλ’  οὐκ ἀλήθεια πεποιηκέναι, οὐ δήπου καὶ ἀπών. Διὰ δὴ τοῦτο ἀκριβεῖ βασάνῳ ἐπιτρέπων τὰ γεγενημένα, τοὺς τὰ ὑπομνήματα λαβόντας καὶ τὸν ἔλεγχον τῶν σημείων ἐκέλευσεν αὐτοῦ χωρίζεσθαι.  Καὶ ἄλλως δέ, ὅταν μεγάλα ἐργάζηται, ἀποσκευάζεται τοὺς ὄχλους καὶ τοὺς μαθητάς, παιδεύων ἡμᾶς μηδαμοῦ τὴν παρὰ τῶν πολλῶν δόξαν διώκειν, καὶ μὴ ἐπισύρεσθαι πλῆθος.  Ὅταν δὲ εἴπῃ· Ἠνάγκασε, τὴν πολλὴν τῶν μαθητῶν προσεδρείαν δείκνυσι.  Καὶ ἔπεμπεν αὐτούς, ἐπὶ προφάσει μὲν τῶν ὄχλων, αὐτός, δὲ εἰς τὸ ὅρος βουλόμενος ἀναβῆναι· ἐποίει δὲ τοῦτο πάλιν παιδεύων ἡμᾶς, μήτε ὄχλους ἀναμίγνυσθαι διηνεκῶς, μήτε φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ’ ἑκάτερα χρησίμως καὶ ἕκαστος ἐναλλάττοντας πρὸς τὸ δέον.  Μάθωμεν τοίνυν καὶ ἡμεῖς προσεδρεύειν τῷ Ἰησοῦ, ἀλλὰ  μὴ διὰ τὴν τῶν αἰσθητῶν δόσιν, ἵνα μὴ ὀνειδισθῶμεν κατὰ τοὺς Ἰουδαίους.  Καὶ γάρ, Ζητεῖτέ με, φησίν οὐχ ὅτι εἴδατε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχοράσθητε.  Διὰ τοῦτο οὐδὲ συνεχῶς ποιεῖ τουτὶ τὸ σημεῖον, ἀλλὰ δεύτερον μόνον, ὥστε παιδεύεσθαι αὐτοὺς μὴ τῇ γαστρὶ δουλεύειν, ἀλλὰ τῶν πνευματικῶν ἔχεσθαι διηνεκῶς. Τούτων οὖν ἐχώμεθα καὶ ἡμεῖς, καὶ ζητῶμεν τὸν ἄρτον τὸν ἐπουράνιον, καὶ λαβόντες πᾶσαν ἐκβάλωμεν φροντίδα βιωτικήν. Εἰ γὰρ ἐκεῖνοι καὶ οἰκίας καὶ πόλεις καὶ συγγενεῖς καὶ πάντα ἀφῆκαν, καὶ ἐν ἐρήμῳ διέτριβον, καὶ τοῦ λιμοῦ καταναγκάζοντος οὐκ ἀνεχώρουν· πολλῷ μᾶλλον ἡμᾶς, τοιαύτῃ προσιόντας τραπέζῃ, πλείονα ἐπιδείκνυσθαι χρὴ φιλοσοφίαν, καὶ τῶν πνευματικῶν ἐρᾷν, καὶ τὰ αἰσθητὰ μετὰ ταῦτα ζητεῖν. Ἐπεὶ κἀκεῖνοι ἐνεκαλοῦντο, οὐχ ὅτι ἐζήτησαν αὐτὸν διὰ τὸ ἄρτον, ἀλλ’ ὅτι διὰ τοῦτο μόνον ἐζήτησαν, καὶ διὰ τοῦτο προηγουμένως. Ἄν γὰρ τις τῶν μεγάλων μὲν δώρων καταφρονῇ, τῶν δὲ μικρῶν ἔχηται, καὶ ὧν βούλεται καταφρονεῖν αὐτὸν ὁ διδούς, καὶ ἐκείνων ἐκπίπτει· ὥσπερ οὖν, ἄν ἐκείνων ἐρῶμεν, καὶ ταῦτα προστίθησι.  Καὶ γὰρ προσθήκη ταῦτα ἐκείνων· οὕτως εὐτελῆ ταῦτα μικρὰ πρὸς ἐκεῖνα ἐξεταζόμενα, κἄν μεγάλα ἧ.  Μὴ τοίνυν περὰ ταῦτα σπουδάζων, ἀλλ’ ἀδιάφορον αὐτῶν εἶναι νομίζωμεν καὶ τὴν κτῆσιν καὶ τὴν ἀφαίρεσιν· ὥσπερ οὖν καὶ ὁ Ἰώβ οὔτε παρόντων ἀντείχετο, οὔτε  ἀπόντα ἐζήτει.  Καὶ γὰρ χρήματα διὰ τοῦτο λέγεται, οὐχ ἵνα κατορύξωμεν, ἀλλ’ ἵνα εἰς δέον αὐτοῖς χρησώμεθα.  Καὶ καθάπερ τῶν τεχνιτῶν ἕκαστος ἰδίαν ἐπιστήμην ἔχει, οὕτω καὶ ὁ πλουτῶν οὐκ οἶδε χαλκεύειν, οὐδὲ ναυπηγεῖν, οὐδὲ ὑφαίνειν, οὐδὲ οἰκοδομεῖν, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν· μανθανέτω τοίνυν τῷ πλούτῳ κεχρῆσθαι εἰς δέον, καὶ ἐλεεῖν τοὺς δεομένους, καὶ πάντων ἐκείνων βελτίονα εἴσεται τέχνην.
δ΄. Καὶ γὰρ αὕτη τῶν τεχνῶν ἐκείνων ἀνωτέρα πασῶν. Ταύτης τὸ ἐγαστήριον ἐν οὐρανοῖς ὠκοδόμηται. Αὕτη οὐκ ἀπὸ σιδήρου καὶ χαλκοῦ τὰ ὄργανα ἔχει, ἀλλ’ ἐξ ἀγαθότητος καὶ ἀπὸ γνώμης. Ταύτης τῆς τέχνης ὁ Χριστὸς ἐστι διδάσκαλος, καὶ ὁ τούτου Πατήρ. Γίνεσθε γάρ, φησίν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.  Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὕτω τῶν ἄλλων οὗσα βελτίων οὐ πόνου, οὐ χρόνου δεῖται πρὸς τὸ κατορθωθῆναι· ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν ἤνυσται. Ἴδωμεν δὲ καὶ τὸ τέλος αὐτῆς οἷόν ἐστι.  Τί οὖν ἐστιν αὐτῆς τὸ τέλος;  Ὁ οὐρανὸς, τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά, ἡ δόξα ἡ ἀπόρρητος ἐκείνη, αἱ πνευματικαὶ παστάδες, αἱ φαδραὶ λαμπάδες, ἡ μετὰ τοῦ Νυμφίου διαγωγή, τὰ ἄλλα, ἅ μηδεὶς λόγος, μηδὲ νοῦς παραστῆσαι δύναται. Ὥστε καὶ ἐντεῦθεν πολλὴ πρὸς τὰς ἄλλας αὐτῇ ἡ διαφορά. Τῶν γὰρ τεχνῶν αἱ πλείους πρὸς τὸν παρόντα βιόν εἰσὶ χρήσιμοι ἡμῖν, αὕτη δὲ καὶ πρὸς τὴν  μέλλουσαν ζωήν. Εἰ δὲ τῶν εἰς τὸ παρὸν ἡμῖν ἀναγακαῖον τεχνῶν τοσοῦτον, διενήνοχεν, οἷον ἰατρικῆς λέγω, καὶ οἰκοδομικῆς, καὶ τῶν ἄλλων τῶν τοιούτων, πολλῶ μᾶλλον τῶν ἄλλων, ἄς εἴ τις ἀκριβῶς ἐξτέσειεν, οὐδὲ τέχνας ἄν εἶναι φαίη. Ὅθεν ἔγωγε τὰς ἄλλας τὰς περιττὰς οὐδὲ τέχνας εἴποιμι ἄν εἶναι. Ποῦ γὰρ ἡ ὀψαρτυρικὴ καὶ ἡ καρυκευτικὴ χρήσιμοι ἡμῖν; Οὐδαμοῦ ἄλλὰ καὶ σφόδρα ἄχρηστοι καὶ βλαβεραί, σώματι καὶ ψυχῇ λυμαινόμεναι, τῷ τὴν μητέρα τῶν νοσημάτων ἁπάντων καὶ τῶν παθημάτων τὴν τρυφὴν μετὰ πολλῆς ἐπεισάγειν τῆς φιλοτιμίας. Οὐ μόνον δὲ ταύτας, ἀλλ’ οὐδὲ τὴν ζωγραφικήν, οὐδὲ τὴν ποικιλτικὴν εἴπομ’ ἄν ἔγωγε τέχνην εἶναι·  εἰς γὰρ δαπάνην μόνην ἐμβάλλουσι περιττήν. Τὰς δὲ τέχνας τῶν ἀναγκαίων καὶ συνεχόντων ἡμῶν τὴν ζωὴν παρεκτικὰς εἶναι δεῖ καὶ κατασκευαστικὰς.  Διὰ γὰρ τοῦτο καὶ σοφίαν ἡμῖν ἔδωκεν ὁ Θεὸς, ἵνα εὕρωμεν μεθόδους, δι’ ὧν δυνησόμεθα τὸν βίον συγκροτεῖν τὸν ἡμέτερον. Τὸ δὲ ζώδια γίνεσθαι, ἤ ἐν τοίχοις, ἤ ἐν ἱματίοις, ποῦ χρήσιμον; εἰπέ μοι, Διὰ δὴ τοῦτο καὶ τῶν ὑποδημάτορράφων καὶ τῶν ὑφαντῶν πολλὰ περικόπτειν αὐτῇ ἔδει τῆς τέχνης.  Καὶ γὰρ ἐπὶ τὸ βάναυσον τὰ πλείονα αὐτῆς ἐξήγαγον, τὸ ἀναγκαῖον αὐτῆς διαφθείραντες, τέχνῃ κακοτεχνίαν μίξαντες·  ὅ καὶ ἡ οἰκοδομικὴ ἔπαθεν. Ἀλλ’ ὥσπερ ταύτην, ἕως ἄν οἰκίας οἰκοδομῇ καὶ οὐ θέατρα, τὰ τε ἀναγκαία καὶ οὺ περιττὰ  ἐργάζηται, τέχνην καλῶ·  οὕτω καὶ τὴν ὑφαντικήν, ἕως ἄν ἱμάτια ποιῇ καὶ ἐπιβλήματα, ἀλλὰ μὴ τὰς ἀράχνας μιμῆται, καὶ πολὺν κατέχῃ τὸν γέλωτα καὶ τὴν βλακείαν ἄφατον τέχνην ὀνομάζω. Καὶ τὴν τῶν ὑποδηματοποιῶν, ἕως ἄν ὑποδήματα ποιῇ, οὐκ ἀποστερήσω τὸ τῆς τέχνης ὄνομα· ὅταν δὲ τοὺς ἄνδρας εἰς τὰ τῶν γυναικῶν ἐξάγῃ σχήματα, καὶ μαλακίζεσθαι ποιῇ ιδὰ τῶν ὑποδημάτων καὶ θρύπτεσθαι, μετὰ τῶν βλαβερῶν καὶ περιττῶν αὐτὴν τάξομεν, καὶ οὐδὲ τέχνην ἐροῦμεν.  Καὶ οἶδα μέν, ὅτι πολλοῖς μικρόλογος εἶναι δοκῶ ταῦτα περιεργαζόμενος· οὐ μὴν διὰ τοῦτο ἀποστήσομαι. Τὸ γὰρ ἁπάντων αἴτιον τῶν κακῶν τοῦτο, τὸ καὶ μικρὰ ταῦτα δοκεῖν εἶναι τὰ ἁμαρτήματα, καὶ διὰ τοῦτο ἀμελεῖσθαι. Καὶ τὶ τούτου, φησίν, εὐελέστερον ἁμάρτημα γένοιτ’ ἄν, κεκαλλωπισμένον ἔχειν ὑπόδημα καὶ ἀποστίλβον, καὶ τῷ ποδὶ προσηρτημένον, εἴγε καὶ ἁμάρτημα τοῦτο καλεῖ, δοκεῖ; Βούλεσθε οὖν ἐπαφήσω τὴν γλῶτταν αὐτῷ, καὶ δείξω τὴν ἀσχημοσύνην ὅση, καὶ οὐκ ὀργιεῖσθε; Μᾶλλον δὲ, κἄν ὀργίζησθε, οὐ πολύς μοι λόγος.  Καὶ γὰρ ὑμεῖς αἴτιοι τῆς ἀνοίας ταύτης, οἱ μηδὲ ἁμάρτημα εἶναι νομίζοντες, καἰ ἐντεῦθεν ἡμᾶς ἀναγκάζοντες εἰςς τὴν κατηγορίαν τῆς ἀσωτίας ἐμβῆναι ταύτης.
ε΄ Φέρε οὖν αὐτὸ ἐξετάσωμεν, καὶ ἴδωμεν ὁποῖόν ἐστι κακόν. Ὅταν γὰρ τὰ νήματα τὰ σηρικὰ, ἅ μηδὲ ἐν ἱματίοις ὑφαίνεσθαι καλόν, ταῦτα ἐν ὑποδήμασι διαρράπτητε, πόσης ὕβρεως, πόσου γέλωτος ταῦτα ἄθια; Εἰ δὲ τῆς ἡμετέρας ψήφου καταφρονεῖς, ἄκουσον τῆς τοῦ Παύλου φωνῆς, μετὰ πολλῆς τῆς σφοδρότητος ταῦτα ἀπαγορεύοντος, καὶ τότε αἰσθήσῃ τοῦ γέλωτος. Τί οὖν ἐκεῖνός φησι; Μὴ ἐν πλέγμασιν, ἤ χρυσῷ, ἤ μαργαρίταις, ἤ ἱματισμῷ πλυτελεῖ, Τίνος οὖν ἄν εἴης συγγνώμης, ἄξιος ὅταν τῇ γεγαμημένῃ μὴ ἐπτρέποντος Παύλου πολυτελῆ ἱμάτια ἔχειν, σὺ καὶ ἐπὶ τὰ ὑποδήματα τὴν βλακείαν ταύτην ἐξάγῃς, καὶ μυρία κατασκευάζῃς ὑπὲρ τῆς καταγελάστους ὕβρεως; Καὶ γὰρ καὶ ναῦς πήγνυται, καὶ ἐρέται καταλέγονται, καὶ πρωρεὺς καὶ κυβερνήτης, καὶ ἱστίον ἀναπετάννυται, καὶ πέλαγος πλεῖται, καὶ γυναῖκα κὰι παιδία καὶ πατρίδα ἀφείς, καὶ τὴν ἑαυτοῦ ψυχὴν ὁ ἔμπορος ἐκδίδωσι κύμασι, καὶ εἰς τὴν τῶν βαρβάρων ἔρχεται χώραν, καὶ μυρίους ὑπομένει κινδύνους διὰ ταῦτα τὰ νήματα, ἵνα σὺ μετὰ πάντα ἐκεῖνα λαβὼν ἐπὶ τῶν ὑποδημάτων διαρράψῃς, καὶ τὸ δέρμα καλλωπίσῃς; Καὶ τὶ ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ’ ἄν; Ἀλλ’ οὐ τὰ παλαιὰ τοιαῦτα, ἀλλ’ἀνδράσι πρέποντα. Ὅθεν ἔγωγε προσδοκῶ, χρόνον προϊόντως τοὺς νέους τοὺς παρ’ ἡμῖν καὶ γυναικῶν, ὑποδήματα σχήσειν, καὶ οὐκ αἰσχυνεῖσθαι. Καὶ τὸ χαλεπώτερον, ὅτι οἱ πατέρες ταῦτα ὁρῶντες οὐκ ἀγανακτοῦσιν, ἀλλὰ καὶ ἀδιάφορον τὸ πρᾶγμα εἶναι νομίζουσι. Βούλεσθε εἴπω καὶ τὸ ἔτι χαλεπώτερον, ὅτι καὶ πενήτων ὄντων πολλῶν ταῦτα γίνεται; Βούλεσθε εἰς μέσον ἀγάγω τὸν Χριστὸν τὸν λιμώττοντα, τὸν γυμνόν, τὸν ἀλώμενον πανταχοῦ, τόν δεδεμένον; Καὶ πόσων οὐκ ἄν εἴητε σκηπτῶν ἄξιοι, ἐκεῖνον μὲν τροφῆς ἀνγακαίας ἀποροῦντα περιορῶντες, τὰ δέρματα δὲ μετὰ τοσαύτης καλλωπίζοντες τῆς σπουδῆς; Καὶ αὐτὸς μὲν ἡνίκα τοῖς μαθηταῖς ἐνομοθέτει, οὐδὲ ἁπλῶς ὑπδήματα ἔχειν ἐπέτρεπεν· ἡμεῖς δὲ οὐ μόνον γυμνοῖς ποσὶν οὐκ ἀνεχόμεθα βαδίζειν , ἀλλ’ οὐδὲ ὑποδεδεμένοις ὡς ὑποδεδέσθαι δεῖ. Τί τοίνυν τῆς ἀκοσμίας ταύτης χεῖρον γένοιτ’ ἄν;  τί τοῦ γέλωτος; Καὶ γὰρ ψυχῆς ἐστι μαλακώδους τὸ πρᾶγμα, καὶ ἀπηνοῦς καὶ ὡμῆς, καὶ περιέργου καὶ ματαιοπόνου.  Πότε γὰρ δυνήσετε ἀναγκαίῳ τινὶ προσέχειν ὁ περὶ ταῦτα τὰ περιττὰ ἠσχολημένος; πότε ἀνέξεται ὁ τοιοῦτος νέος ψυχῆς ἐπιμελήσασθαι, ἤ ἐννοῆσαι ὅτι κἄν ψυχὴν ἔχει; Καὶ γὰρ μικρολόγος ἔσται ὁ τὰ τοιαῦτα θαυμάζειν ἀναγκαζόμενος, καὶ ὠμὸς ὀ διὰ ταῦτα τῶν πρωχῶν ἀμελῶν, καὶ ἀρετῆς ἔρημος ὁ πᾶσαν εἰς ταῦτα καταναλίσκων τὴν σπουδήν.  Ὁ γὰρ νημάτων ἀρετήν, καὶ χρωμάτων ἄνθος, καὶ τοὺς κισσούς τοὺς ἀπὸ τῶν τοιούτων ὑφασμάτων περιεργαζόμενος, τότε εἰς τὸν οὐρανὸν δυνήσεται ἰδεῖν; πότε τὰ ἐκεῖ θαυμάσεται κάλλος ὁ πρὸς κάλος ἐπτοημένος δερμάτων, καὶ χαμαὶ κύπτων; Καὶ ὁ μὲν Θεὸς ἔτεινεν οὐρανόν, καὶ ἥλιον ἀνῆψεν, ἄνω του τὰς ὅψεις ἔλκων· σὺ δὲ κάτω σαυτὸν καὶ πρὸς τὴν γῆν κατὰ τοὺς χοίρους νεύειν ἀναγκάζεις, καὶ τῷ διαβόλῶ πείθῃ.  Καὶ γὰρ  ὁ πονηρὸς δαίμων οὗτος ταύτην ἐπενόησε τὴν ἀσχημοσύνην, ἐκείνου σε τοῦ κάλλους ἀπάγων. Διὰ τοῦτό σε ἐνταῦθα εἴλκυσε καὶ παρευδοκιμεῖται Θεὸς οὐρανὸν δεικνὺς ὑπὸ διαβόλου δέρματα δεικνύντος·  μᾶλλον δὲ οὐδὲ  δέρματα·  καὶ γὰρ καὶ ταῦτα ἔργα Θεοῦ· ἀλλὰ βλακείαν καὶ κακοτεχνίαν. Καὶ κάτω εἰς τὴν γῆν νεύων ὁ νέος περίεισιν, ὁ τὰ ἐν τοῖς οὐρανοῖς φιλοσοφεῖν κελευσθείς, μᾶλλον ἐγκαλλωπιζόμενος τούτοις, ἤ εἰ τῶν μεγάλων τι κατωρθωκώς ἦν, καὶ ἀκροβατῶν ἐπὶ τῆς ἀγορᾶς, καὶ λύπας καὶ ἀθυμίας ἐντεῦθεν τίκτων ἑαυτῷ περιττάς, μὴ μολύνῃ τῷ πηλῷ χειμῶνος ὄντος μὴ καλύψῃ τῷ κονιορτῷ θέρους ἐπιστάντος. Τί λέγεις, ἄνθρωπε; τὴν ψυχὴν ἅπασαν εἰς πηλὸν ἔρριψας διὰ ταύτης τῆς ἀσωτίας, καὶ ψαμαὶ συρομένην περιορᾷς, καὶ περὶ ὑποδημάτων τοσοῦτουν ἔχεις ἀγῶνα; Μάθε τὴν χρῆσιν αὐτῶν, καὶ αἰδέσθητι τὴν ψῆφον ἥν περὶ αὐτῶν φέρεις. Ὥστε γὰρ πηλὸν πατεῖν καὶ βόρβορον, καὶ πᾶσαν τὴν ἐπὶ τοῦ ἐδάφους, κηλῖδα, γέγονε τὰ ὑποδήματα. Εἰ δὲ οὐκ ἀνέχῃ, λαβὼν ἐξάρτησον τοῦ τραχήλου, ἤ τῇ κεφαλῇ περίθες.
στ΄. Καὶ ὑμεῖς μὲν γελᾶτε ταῦτα ἀκούοντες· ἐμοὶ δὲ δακρύειν ἔπεισι τὴν τούτων μανίαν, καὶ τὴν περὶ ταῦτα σπουδὴν. Καὶ γὰρ ἥδιον ἄν οὗτοι τὸ σῶμα μολύνειαν πηλῷ, ἤ τὰ δέρματα ἐκεῖνα. Μικρολόγοι μὲν οὖν οὕτω γίνονται, φιλοχρήματοι δὲ πάλιν ἑτέρως. Ὁ γὰρ περὶ τὰ τοιαῦτα μαίνεσθαι καὶ σπουδάζειν ἐθισθείς, καὶ ἐν ἱματίοις καὶ ἐντ οῖς ἄλλοις ἅπασι πολλῆς δεῖται δαπάνης καὶ πολλῆς τῆς προσόδου. Κἄν μὲν φιλότιμον ἔχῃ πατέρα, μᾶλλον αἰχμάλωτος γίνεται, τὴν ἄτοπον ταύτην ἐπιτείνων ἐπιθυμίαν· ἄν δὲ μικρολόγον, ἀναγκάζεται ἕτερα ἀσχημονεῖν, ὥστε χρυσίον συνάγειν εἰς τὰς τοιαύτας δαπάνας. Ἐντεῦθεν πολλοὶ τῶν νέων καὶ τὴν ὥραν ἀπέδοντο, καὶ παράσιτοι τοῖς εὐπόροις ἐγένετο, καὶ ἑτέρας δουλοπρεπεῖς ὑπέμειναν διακονίας, ἀντὶ τούτων ὠνούμενοι τὸ τὰς τοιαύτας ἐπιθυμίας πληροῦν. Ὅτι μὲν οὖν καὶ φιλοχρήματος οὗτος ἔσται καὶ μικρολόγος, καὶ περὶ τὰ ἀναγκαῖα πάντων ἀργότερος, καὶ πολλὰ ἀναγκασθήσεται ἁμαρτάνειν δῆλον ἐκ τούτων· ὅτι δὲ ὠμὸς καὶ κενόδοξος, οὐδὲ τούτό τις ἀντερεῖ·  ὠμὸς μὲν ὅταν πένητα ἰδών, τῷ πόθῳ τοῦ καλλωπισμοῦ μηδὲ ἑωρακέναι δοκῇ, ἀλλὰ τοῦτα μὲν χρυσῷ καλλωπίζῃ, ἐκεῖνον δὲ ὑπὸ λιμοῦ διαφθειρόμενον περιορᾷ· κενόδοξος δὲ, ὅταν καὶ ἐν τοῖς μικροῖς παιδεύηται τὴν παρὰ τῶν ὁρώντων δόξαν θηρᾷν. Οὐ γὰρ οὕτως οἷμαι στρατηγὸν ἐπὶ τοῖς στρατοπέδοις καὶ τροπαίοις μέγα φρονεῖν, ὡς τοὺς ἀκολάστους νέους ἐπὶ τῷ καλλωπισμῷ τῶν ὑποδημάτων, ἐπὶ τοῖς συρομένοις ἱματίοις, ἐπὶ τῇ κεφαλῆς·  καίτοιγε ταῦτα πάντα τεχνιτῶν ἔργα ἐστὶν ἑτέρων. Εἰ δὲ ἐπὶ τοῖς ἀλλοτρίοις οὐκ ἀφίστανται κενοδοξοῦντες, πότε ἐπὶ τοῖς ἰδίοις ἀποστήσονται; Εἴπω καὶ ἕτερα τούτωνν χαλεπώτερα, ἤ καὶ ταῦτα ὑμῖν ἀπόχρη; Οὐκοῦν ἀνάγκη καταλῦσαι τὸν λόγον ἐνταῦθα· ἐπεὶ καὶ ταῦτα μοι εἴρηται διὰ τοὺς φιλονείκους καὶ οὐδὲν ἄτοπον τὸ πρᾶγμα εἶναι λέγοντας. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν νέων οὐδὲ προσέξουσι τοῖς λεγομένοις, μεθύοντες ἅπαξ τῷ πάθει· οὐ μὴν διὰ τοῦτο σιγῆσαι ἔδει. Οἱ γὰρ νοῦν ἔχοντες πατέρες καὶ ὑγιαίοντες τέως, καὶ ἄκοντας αὐτοὺς εἰς τὴν προσήκουσαν εὐσχημοσύνην ἐμβιβάσαι δυνήσονται. Μὴ τοίνυν λέγε, Οὐδὲν παρὰ τοῦτο, καὶ οὐδὲν παρ’ ἐκεῖνο· τοῦτο γὰρ, τοῦτο πάντα ἀπώλεσεν. Ἔδει γὰρ καὶ ἐντεῦθεν αὐτοὺς παιδεύειν καὶ ἀπὸ τῶν δοκούντων εἶναι μικρῶν σεμνοὺς ποιεῖν, μεγαλοψύχους, κρείττους σχημάτων·  οὕτως αὐτοὺς καὶ ἐν τοῖς μεγάλοις εὑρήσομεν, κρείττους σχημάτων· οὕτως δοκίμους. Τί γὰρ τῆς τῶν στοιχείων μαθήσεως εὐτελέστερον;  Ἀλλ’ ὅμως ἀπὸ τούτων καὶ ρήτορες, καὶ σοφισταί, καὶ φιλόσοφοι γίνονται· κἄν  ταῦτα ἀγνοήσωμεν, οὐδὲ ἐκεῖνα ποτε εἴσονται. Ταῦτα δὲ ἡμῖν οὐ πρὸς νέους μόνον, ἀλλὰ καὶ πρὸς γυναῖκας καὶ κόρας εἴρηται. Καὶ γὰρ καὶ αὗται τοῖς τοιούτοις ἐγκλήμασιν ὑπόκεινται, καὶ πολλῷ μᾶλλον ὅσῳ παρθένῳ κοσμιότης ἐπιτήδειον. Τὰ τοίνυν πρὸς ἐκείνους εἰρημένα καὶ πρὸς ὑμᾶς εἰρῆσθαι νομίζετε, ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀναλάβωμεν. Καὶ γὰρ ὥρα λοιπὸν εὐχῇ κατακλεῖσαι τὸν λόγον. Ἅπαντες τοίνυν ἡμῖν συνεύξασθε, ὥστε τοὺς νέους τοὺς τῆς Ἐκκλησίας μάλιστα δυνηθῆναι κοσμίως ζῇν, καὶ εἰς γῆρας ἐλθεῖν αὐτοῖς πρέπον. Ὡς τοὺς γε οὐχ οὕτω ζῶντας, οὐδὲ εἰς γῆρας ἐλθεῖν καλὸν·  τοὺς δὲ καὶ ἐν νεότητη γεγηρακότας εὔχομαι καὶ εἰς πολιὰν βαθυτάτην ἐλθεῖν, καὶ πατέρας γενέσθαι παίδων δοκίμων, καὶ τοὺς γεγενηκότας εὐφρᾶναι, καὶ πρὸ γε πάντων τὸν πεποιηκότα αὐτοὺς Θεόν, καὶ πᾶσαν ἐξελάσαι νόσον, οὐ τὴν ἐν τοῖς ὑποδήμασιν, οὐδὲ τὴν ἐν τοῖς ἱματίοις μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν. Καὶ γὰρ οἷον γῆ χερσουμένη, τοιοῦτόν ἐστι νεότης ἀμελουμένη, πολλὰς πολλαχόθεν ἐκφέρουσα τὰς ἀκάνθας. Ἐπάψωμεν τοίνυν τὸ πῦρ τοῦ Πνεύματος, καὶ κατασκευάσωμεν τὰς πονηρὰς ταύτας ἐπιθυμίας, καὶ νεώσωμεν τὰς ἀρούρας, καὶ ἑτοίμους πρὸς τὴν τοῦ σπόρου ποιήσωμεν ὑποδοχή, καὶ τοὺς νέους τοὺς παρ’ ἡμῖν τῶν ἀλλαχοῦ  γερόντων ἀποδείξωμεν σωφρονεστέρους.  Καὶ γὰρ τὸ θαυμαστὸν τοῦτό  ἐστιν, ὅταν ἐν νεότητι σωφροσύνη λάμπῃ, ὥς ὅγε ἐν γήρᾳ σωφρονῶν οὐδὲ μισθὸν ἄν ἔχοι πολύν, ἀκριβῆ τὴν ἀπὸ τῆς ἡλικίας ἀσφάλειαν ἔχων. Τὸ δὲ παράδοξον, ἐν κύμασι γαλήνης ἀπολαύειν, καὶ ἐν καμίνῳ μὴ κατακαίεσθαι, καὶ ἐν νεότητι μὴ ἀσελγαίνειν. Ταῦτ’ οὖν ἐννοῦντες, ζηλώσωμεν τὸν μακάριον ἐκεῖνον  Ἰωσήφ, τὸν διὰ πάντων λάμψαντα τούτων, ἵνα και τῶν αὐτῶν ἐπιτύχωμεν στεφάνων αὐτῷ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’  οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
α΄. Προσέξετε ὅτι πάντοτε φεύγει· καὶ ὅταν ἔπιασαν τὸν Ἰωάννη κι ὅταν τὸν ἐσκότωσαν κι ὅταν ἔμαθαν οἱ Ἰουδαῖοι ὅτι ἀπόκτησε περισσότερους μαθητάς. Τὶς πιὸ πολλὲς φορὲς θέλει νὰ φέρεται σὰν ἄνθρωπος, ἐπειδὴ δὲν ἐπέτρεπε ὁ καιρὸς ἀκόμα νὰ δείξη ὁλότελα γυμνὴ τὴ θεότητά του. Γι’ αὐτὸ ἔλεγε στοὺς μαθητὰς του, νὰ μὴ φανερώσουν σὲ κανένα ὅτι αὐτὸς εἶναι ὁ Χριστός. Ἤθελε νὰ γίνη γνωστὸ μετὰ τὴν ἀνάστασή του. Γι’ αὐτὸ ὄχι μόνο δὲν ὠργίστηκε πολὺ μὲ ὅσους Ἰουδαίου ἔδειξαν ἀπιστία ἀλλὰ καὶ τοὺς συγχώρησε.  Κι ὅταν ἔφυγε δὲν πῆγε σὲ πόλη ἀλλὰ στὴν ἔρημο, καὶ μὲ τὸ πλοῖο, ὥστε νὰ μὴν τὸν ἀκολουθήση κανένας.  Σεῖς προσέξετε πῶς οἱ μαθηταὶ τοῦ Ἰωάννη προσκολλήθησαν στὸν Ἰησοῦ. Οἱ ἴδιοι τοῦ ἀνήγγειλαν ὅ,τι εἶχε γίνει, τοὺς ἄφησαν ὅλους καὶ στὸ τέλος κατάφυγαν σ’ αὐτόν. Ἔτσι δὲν κατώρθωσε μικρὸ πρᾶγμα ἔπειτα ἀπὸ τὴν ἴδια τὴ συμφορὰ κι ἀπὸ ὅσα ἐπέτυχε μ’ ἐκείνη τὴν ἀπάντησή του. Ἀλλὰ γιὰ ποιὸ λόγο δὲν ἔφυγε πρὶν τοῦ ἀναφέρουν αὐτὰ, ἄν καὶ ἤξερε βέβαια ὅ,τι εἶχε συμβεῖ πρὶν τοῦ ἀναφέρουν; Ἔδειξε μὲ ὅλο τὴν ἀλήθεια τῆς ἐνεργείας του.  Γιατὶ δὲν ἤθελε μὲ τὸ ἴδωμα μόνο ἀλλὰ καὶ μὲ τὰ ἔργα νὰ τὸ πιστοποιήση. Ἤξερε τὴν κακότητα τοῦ διαβόλου καὶ ὅτι θὰ ἔκανε τὰ πάντα, γιὰ νὰ καταστρέψη τὴ γνώμη ἐκείνη.  Γι’ αὐτὸ τὸ λόγο λοιπὸν ἀναχωρεῖ. Ὁ κόσμος ὡστόσο οὔτε ἔτσι δὲν τὸν ἀφήνει ἀλλὰ τὸν ἀκολουθεῖ ἀπὸ κοντά. Δὲν τοὺς ἐφόβισε τὸ περιστατικὸ τοῦ Ἰωάννη. Τόσος εἶναι ὁ πόθος, τὸση ἡ ἀγάπη. Ἔτσι ὅλα τὰ δεινὰ τὰ νικᾶ καὶ τὰ διασκορπίζει. Γι’ αὐτὸ καὶ πῆραν εὐθὺς καὶ τὴν ἀμοιβή. Βγῆκε ὁ Ἰησοῦς γράφει, καὶ εἶδε κόσμο πολύ. Ἔνιωσε εὐσπλαχνία γι’ αὐτοὺς καὶ ἐθράπευσε τοὺς ἀρρώστους ποὺ εἶχαν.  Καὶ μόλο ποὺ ἦταν πολλὴ ἡ προσκόλλησή τους σ’ αὐτόν, ὅ,τι ἔκανε σ’ ἐκείνους ξεπερνοῦσε τὴν ἀμοιβὴ κάθε προθυμίας. Γι’ αὐτὸ καὶ σὰν λόγο τῆς θεραπείας θέτει τὴν εὐσπλαχνία, εὐσπλαχνία ἔντονη. Τοὺς θεραπεύει ὅλους. Δὲ ζητᾶ ἐδῶ πίστη.  Γιατὶ ἡ προσέλευσή τους κοντά του, καὶ ἡ ἐγκατάλειψη τῶν πόλεών τους, καὶ ἡ ἀποκλειστικὴ ἀναζήτησή του ἀπ’  αὐτοὺς, ἡ παραμονή τους, μόλο ποὺ ἡ πεῖνα τοὺς ἐστενοχωροῦσε, δείχνει ἀκριβῶς τὴν πίστη τους. Σὲ λίγο θὰ τοὺς προσφέρη τροφή. Αὐτὸ δὲν τὸ κάνει μόνος του· περιμένει νὰ τὸν παρακαλέσουν. Εἶπα ὅτι τηρεῖ πάντα αὐτὴν τὴν  ἀρχήν.  Δὲν ἁρπάζει πρῶτος τὴν εὐκαιρία νὰ θαυματουργήση·  περιμένει νὰ τὸν καλέσουν. Καὶ γιατὶ κανένας ἀπὸ τὸ λαὸ δὲν τὸν ἐπλησίασε καὶ νὰ μιλήση γιὰ ἄλλους; Τὸν ἐσέβοντο ὑπερβολικὰ καὶ ὁ πόθος νὰ μείνουν κοντά του δὲν ἄφηνε νὰ νιώσουν ὅτι πεινοῦσαν· οὔτε οἱ μαθηταὶ του ὅμως δὲν ἤθελαν νὰ τοῦ ποῦν· δῶσε τους τροφή.  Δὲν εἶχαν ἀκόμα τὴν τελειότητα. Μόνο ὅταν βράδυασε γράφει, ἦρθαν οἱ μαθηταί του καὶ τοῦ εἶπαν· Ὁ τόπος εἶναι ἔρημος καὶ ἡ ὥρα εἶχε περάσει. Ἄφησε τὸν κόσμο νὰ φύγη, γιὰ νὰ ἀγοράσουν τρόφιμα. Αὐτοὶ ὅμως καὶ μετὰ τὸ θαῦμα ἐλησμόνησαν ὅ,τι εἶχε γίνει καὶ μετὰ τὰ κοφίνια νόμιζαν ὅτι μιλοῦσε γιὰ ψωμιὰ, ὅταν εἶχε ἀποκαλέσει ζύμη τὴ διδασκαλία τῶν Φαρισαίων. Πολὺ περισσότερο ὅταν δὲν εἶχαν ἀντικρύσει μὲ τὰ μάτια τους ὅμοιο θαῦμα, δὲ θὰ περίμεναν νὰ γίνη κάτι τέτοιο. Πρωτύτερα εἶχε βέβαια θεραπεύσει πολλοὺς ἀρρώστους, οὔτε ἀπ’ αὐτὸ δὲν τοὺς γεννήθηκε ἡ προσδοκία τοῦ θαύματος μὲ τὰ ψωμιά. Τόσο ἀτελεῖς ἦσαν τότε. Προσέξετε σεῖς τὴ σοφία τοῦ Δασκάλου, πῶς τοὺς τραβᾶ εὔγλωττα νὰ πιστέψουν.  Δὲν εἶπε ἀμέσως, νὰ, τοὺς τρέφω –δὲ θὰ γινόταν αὐτὸ εὔκολα· Ἀλλὰ τί ἔκανε; Ὁ Ἰησοῦς τοὺς εἶπε, γράφει παρεδεκτό· Δὲν ἔχουν ἀνάγκη νὰ φύγουν, δῶστε τους σεῖς νὰ φᾶνε.  Δὲν εἶπε τοὺς δίνω ἀλλὰ δῶστε σεῖς.  Τὸν ἔβλεπαν ἀκόμα σὰν ἄνθρωπο, κι οὔτε ἔτσι δὲν κατάλαβαν ἀλλὰ ἀκόμα σὰν ἄνθρωπο τοῦ μιλοῦν καὶ τοῦ λένε. Δὲν ἔχομε παρὰ πέντε ψωμιὰ καὶ δυὸ ψάρια. Γι’ αὐτὸ ὁ Μάρκος γράφει ὅτι δὲν κατάλαβαν τὸ λόγο του· ἦταν κλειστὴ ἡ καρδιά τους. Κι ἀφοῦ δὲν μποροῦσαν νὰ ἐλευθερωθοῦν ἀπὸ τὰ γήινα ἐπεμβαίνει ὁ ἴδιος. Φέρτε τα μου ἐδῶ. Κι ἄν εἶναι ὁ τόπος ἔρημος, εἶναι ἐδῶ αὐτὸς ποὺ τρέφει τὴν οἰκουμένη. Ἄν ἡ ὥρα πέρασε, ἐδῶ σᾶς μιλᾶ αὐτὸς, ποὺ δὲν ὑποτάσσεται στὴν ὥρα. Ὁ Ἰωάννης ἀναφέρει ὅτι τὰ ψωμιὰ ἦσαν κρίθινα ὄχι χωρὶς λόγο ἀλλὰ γιὰ νὰ μᾶς διδάξη νὰ μὴ λογαριάζωμε τὴν περηφάνεια τῆς πολυτέλειας. Παρόμοιο ἦταν καὶ τῶν προφητῶν τὸ τραπέζι. Ἀφοῦ λοιπὸν ἐπῆρε τὰ πέντε ψωμιὰ καὶ τὰ δύο ψάρια, εἶπε στὸν κόσμο νὰ καθίσουν στὰ χόρτα. Ἐκεῖνος ἔστρεψε τὸ βλέμμα του στὸν οὐρανὸ τὸ εὐλόγησε κι ἀφοῦ τὰ ἔκοψε τἄδωσε τοὺς μαθητὰς κι ἐκεῖνοι στὸν κόσμο. Ἔφαγαν ὅλοι καὶ χόρτασαν καὶ τὰ περισσεύματα γέμισαν ὡς ἀπάνω δώδεκα κοφίνια. Κι ὁ κόσμος ποὺ ἔφαγε ἦταν ἴσαμε πέντε χιλιάδες ἄνδρες, χωρὶς τὶς γυναῖκες καὶ τὰ παιδιά.
β΄. Γιατὶ ἔστρεψε τὰ βλέμματα στὸν οὐρανὸ καὶ εὐλόγησε; Ἔπρεπε νὰ πιστέψουν ὅτι ἔρχεται ἀπὸ τὸν Πατέρα καὶ ὅτι εἶναι ἴσος του. Τὰ ἐλατήρια ὄμως γι’ αὐτὸ φαίνεται πῶς ἀλληλομαχοῦσαν. Τὸ ὅτι ἔκαμε ὅλα μὲ ἐξουσία μαρτυροῦσε τὴν ἰσότητα. Ὅτι ὅμως ἐρχόταν ἀπὸ τὸν Πατέρα δὲν μποροῦσαν μ’ ἄλλο τρόπο νὰ τὸ πιστέψουν παρὰ μόνο ἄν ἐνεργοῦσε μὲ ταπεινοσύνη ἀποδίδοντάς τα ὅλα σ’ αὐτὸν καὶ καλῶντας νὰ παρευρεθῆ σ’ ὅ,τι γινόταν. Γι’ αὐτὸ ἀκριβῶς οὔτε μόνον αὐτὰ ἔκαμε, οὔτε ἐκεῖνα, γιὰ νὰ ἐπιβεβαιωθοῦν καὶ τὰ δύο. Κι ἄλλοτε μὲ ἐξουσία θαυματουργεῖ κι ἄλλοτε ἀφοῦ προσευχηθῆ.  Κι ἔπειτα γιὰ νὰ μὴ νομιστῆ ὅτι γίνεται ἐδῶ κάποια ἀντιμαχία, στὰ μικρὰ κοιτάζει στὸν οὐρανό, τὰ μεγάλα ὅμως ὅλα τὰ πράττει μὲ ἐξουσία.  Γιὰ νὰ μάθωμε ὅτι καὶ τὰ μικρότερα δὲν παίρνει δύναμη ἀπὸ ἀλλοῦ, ἀλλὰ κάμει ἔτσι, ἐπειδὴ τιμᾶ τὸν Πατέρα. Ὅταν λοιπὸν συγχώρησε ἁμαρτίες κι ἄνοιξε τὸν παράδεισο, κι ἔβαλε μέσα σ’  αὐτὸν τὸ ληστὴ, καὶ κατάλυσε τὸν παλαιὸ νόμο μὲ πολλὴ δύναμη καὶ ἀνάστησε ἀμέτρητους νεκροὺς, κι ἔβαλε στὴ θάλασσα χαλινὸ καὶ φανέρωσε τὰ μυστικὰ τῶν ἀνθρώπων καὶ δημιούργησε μάτια –κατορθώματα ποὺ ἀνήκουν στὸ Θεὸ μόνο καὶ σὲ κανένα ἄλλον –πουθενὰ δὲν φάνηκε νὰ προσεύχεται. Ὅταν ὅμως ἔκαμε νὰ πληθύνουν τὰ ψωμιὰ, θαῦμα ἀπὸ ὅλα αὐτὰ μικρότερο, τότε ὑψώνει τὰ βλέμματα στὸν οὐρανό.  Κι ἐνῶ πραγματοποιοῦσε αὐτά, μᾶς ἐδίδασκε συνάμα νὰ μὴν ἐγγίζωμε τραπέζι, ὥσπου νὰ εὐχαριστήσωμε ἐκεῖνον ποὺ μᾶς παρέχει τροφή.  Καὶ γιατὶ δὲν τὰ δημιουργεῖ ἀπὸ τὸ μηδέν; Γιὰ νὰ κλείση τὸ στόμα τοῦ Μαρκίωνα καὶ Μανιχαίου ποὺ ἀποξενώνουν ἀπ’ αὐτὸν τὴν κτίση καὶ μὲ τὰ ἔργα του νὰ μᾶς διδάξη ὅτι ὅσα βλέπομε εἶναι ἔργα δικά του, κτίσματά του καὶ γιὰ νὰ δείξη ὅτι αὐτὸς εἶναι ποὺ δίνει τοὺς καρπούς, αὐτὸς ποὺ ἀπὸ τὴν ἀρχή εἶπε·  Ἄς βλαστήση ἡ γῆ χόρτα κι ἄς βγάλουν τὰ νερὰ ἑρπετὰ μὲ ζωντανὲς ψυχές. Οὔτε εἶναι αὐτὸ μικρότερο ἀπὸ κεῖνο. Ἔγιναν βέβαια αὐτὰ ἀπὸ τὸ μηδέν, βγῆκαν ὅμως ἀπὸ τὰ νερά. Κι ἀπὸ τὸ νὰ παρουσιάση καρπὸ ἀπὸ τὴ γῆ καὶ ζωντανὰ ἑρπετὰ ἀπὸ τὰ νερὰ δὲν εἶναι μικρότερο τὸ νὰ βγάλη τόση ποσότητα ἀπὸ πέντε ψωμιὰ  μόνο, καθώς καὶ τόσα ψάρια. Αὐτὸ εἶναι σημεῖο ὅτι εἶναι κύριος καὶ τῆς γῆς καὶ τῆς θάλασσας. Ἐπειδὴ πάντα πραγματοποιοῦσε τὰ θαύματά του στοὺς ἄρρωστους κάνει τώρα καὶ μιὰ καθολικὴ εὐεργεσία, γιὰ νὰ μὴν εἶναι οἱ πολλοὶ θεατὲς μονάχα ἐκείνων ποὺ στοὺς ἄλλους συμβαίνουν ἀλλὰ νὰ ἀπολαύσουν κι αὐτοὶ τὴ δωρεά. Κι αὐτὸ ποὺ φαινόταν ἀξιοθαύμαστο στοὺς Ἰουδαίους νὰ γίνη μέσα στὴν ἔρημο (ἔλεγαν δά, Μήπως μπορεῖ νὰ δώση ψωμὶ ἤ νὰ ἑτοιμάση τραπέζι στὴν ἔρημο;) αὐτὸ ἀκριβῶς τὸ παρουσιάζει πραγματοποιημένο.  Γι’ αὐτὸ καὶ τοὺς ὁδηγεῖ στὴν ἔρημο, γιὰ νὰ εἶναι ὁλότελα ἀπροσδόκητο τὸ θαῦμα καὶ νὰ μὴ νομίση κανένας ὅτι κάποιο κοντινὸ χωριὸ βοήθησε στὸ τραπέζι.  Γι’ αὐτὸ ἀναφέρει καὶ τὴν ὥρα, ὄχι μόνο τὸν τόπο.  Πληροφορούμαστε ἀκόμα καὶ τὴν ἱκανοποίση τῶν μαθητῶν μὲ τὰ ἀπαραίτητα καὶ πόσο περιφρονοῦσαν τὴν τροφή. Ἐνῶ ἦσαν δώδεκα εἶχαν πέντε ψωμιὰ μόνο καὶ δυὸ ψάρια. Ἔτσι δευτερεύοντα  ἦσαν γι’ αὐτοὺς τὰ σωματικά, κι ἐνδιαφέρονται γιὰ τὰ πνευματικὰ μονάχα.  Καὶ δὲν ὑπεράσπιζαν τουλάχιστο τὰ λίγα που εἶχαν, ἀλλὰ κι αὐτὰ τὰ ἔδωσαν, ὅταν τοὺς τὰ ζήτησαν. Ἀπ’ αὐτὸ πρέπει νὰ μάθωμε ὅτι ἀκόμα κι ἄν ἔχωμε λίγα κι αὐτὰ πρέπει νὰ τὰ θυσιάζωμε σ’ αὐτοὺς ποὺ τὰ χρειάζονται. Ὅταν τοὺς εἶπε νὰ φέρουν τὰ πέντε ψωμιὰ, δὲν τοῦ εἶπαν καὶ μεῖς τὶ θὰ φᾶμε; Ἀπὸ ποῦ καὶ μεῖς θὰ ἱκανοποιήσωμε τὴν πεῖνα μας; Ἀλλὰ ὑπακούουν ἀμέσως. Ἐκτὸς ἀπ’ αὐτὰ ποὺ εἶπα, γι’ αὐτὸ τὸ λόγο ἀκόμα κάνει νομίζω τὸ θαῦμα ἀπὸ τὰ ὑπόλοιπά τους, γιὰ νὰ τοὺς ὁδηγήση στὴν πίστη· δὲν ἦσαν ἀκόμη τελειοποιημένοι.  Γι’ αὐτὸ καὶ ὑψώνει τὰ βλέμματα στὸν οὐρανό. Γιὰ τὰ ἄλλα θαύματα εἶχαν πολλὰ παραδείγματα γιὰ τοῦτο ὅμως κανένα. Πῆρε λοιπὸν τὰ ψωμιὰ, τὸ κομμάτιασε καὶ τὰ μοίρασε.  Χρησιμοποιοῦσε τοὺς μαθητάς του, τιμῶντας τους μ’ αὐτὸ τὸν τρόπο. Καὶ δὲν τοῦ τιμοῦσε μόνο ἀλλὰ ἐπιδίωκε νὰ μὴν ἀπιστήσουν, ὅταν θὰ γινόταν τὸ θαῦμα, μήτε νὰ τὰ ξεχάσουν μετὰ τὴν πραγματοποίησή του, ἀφοῦ θὰ μαρτυροῦσαν τὰ χέρια τους.  Γι’ αὐτὸ καὶ τὸν κόσμο τὸν ἀφήνει πρῶτα νὰ νιώση τὴν πεῖνα, καὶ τοὺς μαθητὰς του περιμένει ναρθοῦν πρῶτοι καὶ νὰ ρωτήσουν καὶ βάζει αὐτοὺς νὰ τοὺς καθίσουν, καὶ νὰ κάνουν τὴ διανομή, θέλοντας νὰ προκαταβάλη καθέναν μὲ τὴν ἴδια τὴν ὁμολογία του καὶ τὰ ἴδια τὰ ἔργα του.  Γι’ αὐτὸ καὶ παίρνει τὰ ψωμιὰ ἀπ’ αὐτοὺς, γιὰ νὰ ἔχη πολλὲς μαρτυρίες γι’ αὐτὸ ποὺ θὰ γινόταν, νὰ ἔχουν ἀφορμὲς νὰ θυμοῦνται τὸ θαῦμα. Γιατὶ ἄν παρόλα αὐτὰ τὸ ξεχνοῦσαν, τί δὲ θὰ πάθαιναν, ἄν δὲν εἶχε προβλέψει κι αὐτά; Καὶ τοὺς ζητᾶ νὰ καθήσουν στὰ χόρτα διδάσκοντας τὸ λαὸ τὴν πνευματικὴ ζωή. Γιατὶ δὲν ἤθελε μόνο νὰ θρέψη τὰ σώματα, ἀλλὰ καὶ νὰ διδάξη καὶ τὴν ψυχή.
γ΄ Κι ἀπὸ τὸν τόπο λοιπόν, καὶ μὲ τὸ ὅτι δὲν τοὺς ἔδωσε τίποτα περισσότερα ἀπὸ ψωμιὰ καὶ ψάρι καὶ ὅτι σ’ ὅλους πρόσφερε κι ἔκαμε κοινὸ τὰ ἴδια πράγματα καὶ σὲ κανέναν δὲν ἔδωσε περισσότερο ἀπ’ τὸν ἄλλο, τοὺς δίδαξε τὴν ταπεινοφροσύνη καὶ τὴν ἐγκράτεια καὶ τὴν ἀγάπη καὶ νὰ ἔχουν ἀγαθὲς διαθέσεις μεταξὺ τους καὶ νὰ τὰ θεωροῦν ὅλα κοινά. «Ἀφοῦ τὰ κομμάτιασε τὰ ἔδωσε στοὺς μαθητὰς κι οἱ μαθηταὶ στὸν κόσμο». Τὰ πέντε ψωμιὰ ἔκοψε κι ἔδωσε· καὶ τὰ πέντε στὰ χέρια τῶν μαθητῶν πολλαπλασιάζονταν.  Καὶ δὲ σταματᾶ ὡς ἐδῶ τὸ θαῦμα ἀλλὰ δημιουργεῖ περισσεύματα καὶ περισσεύουν ὄχι ὁλόκληρα ψωμιὰ  ἀλλὰ κομμάτια. Γιὰ νὰ δείξη ὅτι ἀπὸ κεῖνα τὰ ψωμιὰ ἦταν,  τ’ ἀπομεινάρια καὶ νὰ μάθουν κι ὅσοι δὲν ἦσαν ἐκεῖ ὅ,τι εἶχε γίνει. Γι’ αὐτὸ κι ὅλας ἄφησε τὸν κόσμο νὰ πεινάση, γιὰ νὰ μὴ νομίση κανεὶς πὼς ὅ,τι ἔγινε ἦταν φαντασία.  Γι’ αὐτὸ κι ἔκαμε νὰ γεμίσουν δώδεκα κοφίνια, γιὰ νὰ κρατήση κι ὁ Ἰούδας. Μποροῦσε βέβαια καὶ νὰ κατασιγάση τὴν πείνα, ἀλλὰ δὲ θὰ ἀντιλαμβάνονταν οἱ μαθηταὶ τὴ δύναμη γιατὶ αὐτὸ ἔγινε καὶ στὸν Ἠλία.  Τόσο ξαφνιάστηκαν ἐδῶ οἱ Ἰουδαῖοι, ὥστε θέλησαν νὰ τὸν κάμουν καὶ βασιλιὰ μόλο ποὺ στ’ ἄλλα θαύματα καθόλου δὲν θέλησαν νὰ τὸ κάνουν αὐτό.  Ποιὰ δικαιολογία νὰ βρεθῆ; Πῶς πολλαπλασιάζονταν τὰ ψωμιά; Πῶς βρέθηκαν μέσα στὴν ἔρημο; Πῶς ἔφτασαν γιὰ τὸσο κόσμο; Ἦσαν πέντε χιλιάδες χωρὶς τὶς γυναῖκες καὶ τὰ παιδιὰ τὸ πιὸ μεγάλο ἐγκώμιο τοῦ λαοῦ εἶναι αὐτό· ὅτι ἔμειναν κοντά του καὶ γυναῖκες καὶ ἄνδρες. Πῶς δημιουργήθηκαν τὰ περισσεύματα; Κι αὐτὸ δὲν εἶναι μικρότερο ἀπὸ τὸ ἄλλο.  Κι ἦσαν τόσο πολλά, ὥστε νὰ γεμίσουν ἰσάριθμα μὲ τοὺς μαθητὰς κοφίνια; Οὔτε περισσότερα οὔτε λιγώτερα. Πῆρε λοιπὸν τὰ κομμάτια καὶ δὲν τὰ ἔδωσε στὸν κόσμο ἀλλὰ στοὺς μαθητὰς γιατὶ ὁ κόσμος ἦταν σὲ κατώτερη κατάσταση ἀπὸ αὐτούς.
Κι ἀφοῦ τοὺς ἔκανε σημεῖο, ἀμέσως ἔκανε τοὺς μαθητὰς νὰ   μποῦν   στὸ πλοῖο καὶ νὰ τὸν ὁδηγήσουν στὴν ἄλλη ὄχθη, ὥσπου νὰ διαλύση τὸν κόσμο. Γιατὶ ἄν, ὅταν ἦταν παρών, ἔμοιαζε νὰ δημιουργῆ φαντασίες, ὄχι νὰ κάμη πράγματα ἀληθινά, δὲ θὰ γινόταν ἔτσι κι ὅταν ἔλειπε. Γι’ αὐτὸ ἀκριβῶς παραδίδοντας ὅσα εἶχαν γίνει σὲ λεπτομερῆ ἔλεγχο, διάταξε νὰ ἀπομακρυνθοῦν ἀπ’ αὐτὸν ἐκεῖνοι καὶ πῆραν τὰ σημάδια καὶ τὶς ἀποδείξεις τῶν θαυμάτων. Ἀλλὰ τὸ πρᾶγμα ἐξηγεῖται κι ἀλλοιῶς· ὅταν πραγματοποιῆ κάτι μεγάλο, ἀπομακρύνει τὸν κόσμο καὶ τοὺς μαθητάς, διδάσκοντάς μας ὅτι ποτὲ δὲν πρέπει νὰ ἐπιδιώκουμε τὴ δόξα τῶν πολλῶν καὶ νὰ μὴ σέρνωμε κοντά μας τὸν κόσμο. Κι ὅταν λέη Ἀνάγκασε, δείχνει τὴν πολλὴ ἐπιμονὴ τῶν μαθητῶν.  Τοὺς ἔβαζε νὰ ταξιδέψουν μὲ τὴν πρόφαση τοῦ κόσμου, ἐνῶ ἤθελε νὰ ἀνεβῆ ὁ ἴδιος στὸ βουνό.  Καὶ αὐτὸ τὸ ἔκανε, γιὰ νὰ μᾶς διδάξη μήτε μὲ τὸν κόσμο νὰ συναστρεφώμαστε ἀδιάκοπα, μήτε πάντα νὰ τὸν ἀποφεύγωμε ἀλλὰ νὰ κάνωμε τὸ καθένα ὅπως μᾶς ἐξυπηρετεῖ καὶ νὰ τὰ ἐναλλάσωμε ὅπως πρέπει. Ἄς μάθωμε λοιπὸν κι ἐμεῖς νὰ μένωμε κοντὰ στὸν Ἰησοῦ, ὄχι ὅμως γιὰ τὴν παραχώρηση τῶν ὑλικῶν, γιὰ νὰ μὴ μᾶς κατηγορήση ὅπως τοὺς Ἰουδαίους. Γιατὶ τοὺς λέει·  Μὲ ζητεῖτε ὄχι ἐπειδὴ εἴδατε θαύματα ἀλλὰ ἐπειδὴ φάγατε ἀπὸ τὰ ψωμιὰ κι ἐχορτάσατε. Γι’ αὐτὸ κιόλα δὲν ἐπαναλαμβάνει αὐτὸ τὸ θαῦμα παρὰ δύο φορὲς μόνο, ὥστε νὰ μάθουν νὰ μὴ γίνωνται δοῦλοι τῆς κοιλιᾶς τους ἀλλὰ νὰ ζητοῦν ἀδιάκοποα τὰ πνευματικά. Γι’ αὐτὰ ἄς ἐνδιαφερώμαστε κι ἐμεῖς κι ἄς ζητοῦμε τὸν οὐράνιο ἄρτο κι ἅμα τὸν πάρωμε, ἄς διώξωμε κάθε βιοτικὴ φροντίδα.  Γιατὶ ἄν ἐκεῖνοι τ’ ἄφησαν ὅλα, καὶ σπίτια καὶ πόλεις καὶ συγγενεῖς κι ἔμειναν στὴν ἔρημο καὶ μ’ ὅλη τὴν πεῖνα δὲν ἔφευγαν, πολὺ περισσότερο πρέπει ἐμεῖς, ποὺ πλησιάζομε τέτοιο τραπέζι, νὰ δείχνωμε μεγαλύτερη πενυματικότητα, πρῶτα νὰ ἐπιθυμοῦμε τὰ πνευματικὰ κι ἔπειτα ἀπ’ αὐτὰ νὰ ζητοῦμε τὰ ὑλικά.  Γιατὶ κι ἐκεῖνοι κατηγοροῦνται ὄχι γιατὶ τὸν ἀναζήτησαν γιὰ τὸ ψωμί, ἀλλὰ ἐπειδὴ τὸν ζήτησαν γι’ αὐτὸ μονάχα καὶ πρὶν ἀπὸ τὰ ἄλλα. Ἄν περιφρονῆ κανένας τὰ μεγάλα δῶρα καὶ ἐνδιαφέρεται γιὰ τὰ μικρά, χάνει ἀκόμα κι ἐκεῖνα ποὺ ὁ δοτήρας τῶν ἀγαθῶν θέλει νὰ περιφρονοῦμε.  Ὅπως πάλι ἄν ἐπιθυμοῦμε ἐκεῖνα, μᾶς τὰ προσθέτει κι αὐτά.  Αὐτὰ εἶναι συμπλήρωση ἐκείνων.  Τόσο εἶναι ἀσήματα καὶ μικρά, ἄν τὰ ἐξετάσωμε σὲ σχέση μὲ αὐτά, ἀκόμα κι ἄν εἶναι μεγάλα. Ἄς μὴ μᾶς ἀπασχολοῦν λοιπὸν αὐτὰ σοβαρά· ἀλλὰ ἄς θεωροῦμε ἀδιάφορη καὶ τὴν ἀπόκτηση καὶ τὴν ἀφαίρεσή τους.  Καθὼς καὶ ὁ Ἰώβ, οὔτε ὅταν τὰ εἶχε προσπαθοῦσε νὰ τὰ κρατήση, οὔτε ὅταν τὰ ἔχασε τὰ ζητοῦσε.  Γιατὶ βέβαια γι’ αὐτὸ τὰ λένε χρήματα, ὄχι γιὰ νὰ τὰ κρύψωμε στὴ γῆ, ἀλλὰ γιὰ νὰ χρησιμοποιήσωμε, ὅταν χρειαστῆ.  Καὶ ὅπως κάθε τεχνίτης ἔχει τὴν τέχνη του ἔτσι κι ὁ πλούσιος δὲν ξαίρει οὔτε τὸ σίδηρο νὰ δουλεύη, οὔτε νὰ ναυπηγῆ, οὔτε νὰ ὑφαίνη, οὔτε νὰ κτίζη, οὔτε τίποτε ἄλλο. Ἄς μάθη λοιπὸν νὰ χρησιμοποιῆ τὸν πλοῦτο του ὅπως πρέπει, νὰ ἐλεῆ ὅσους ἔχουν ἀνάγκη καὶ θὰ μάθη τέχνη καλύτερη ἀπ’ ὅλους ἐκείνους.
δ΄. Αὐτὴ εἶναι ἀπ’ ὅλες ἐκεῖνες τὶς τέχνες ἀνώτερη.  Τὸ ἐργαστήρι της ἔχει χτισθῆ στὸν οὐρανό. Τὰ ἐργαλεῖα της δὲν τὰ φτιάχνει ἀπὸ σίδηρο καὶ χλακὸ ἀλλὰ μὲ καλωσύνη καὶ καλή γνώμη.  Αὐτῆς τῆς τέχνης δάσκαλος  εἶναι ὁ Χριστὸς καὶ ὁ Πατέρας του . Νὰ εἶστε, λέει, σπλαχνικοὶ, ὅπως ὁ Πατέρας μας στὸν οὐρανό. Καὶ τὸ ἀξιοθαύμαστο εἶναι ὅ,τι μόλο ποὺ εἶναι τόσο καλύτερη ἀπ’ τὶς ἄλλες οὔτε κόπο οὔτε χρόο θέλει νὰ κατορθωθῆ.  Φτάνει νὰ τὸ θελήση κανεὶς καὶ κατωρθώθηκε τὸ πᾶν. Καὶ γιὰ νὰ τὸ δοῦμε κι αὐτὸ, ποιὰ εἶναι ἡ κατάληξή της;  Εἶναι ὁ οὐρανός, τὰ οὐράνια ἀγαθά, ἡ ἀνείπωτη ἐκείνη δόξα, οἱ πνευματικὲς παστάδες, οἱ λαμπάδες, οἱ χαρούμενες, ἡ συντροφιὰ μὲ τὸ Νυμφίο, τὰ ἄλλα ποὺ κανένας λόγος, κανένας νοῦς δὲν μπορεῖ νὰ παραστήση.  Ὥστε κι ἀπ’ αὐτὴ τὴν ἄποψη ἔχει μεγάλη διαφορὰ ἀπὸ τὶς ἄλλες.  Οἱ περισσότερες τέχνες μᾶς χρησιμεύουν στὴν παροῦσα ζωὴ μόνο, ἐνῶ αὐτὴ καὶ στὴ μέλλουσα.  Κι ἄν τόσο διαφέρη ἀπὸ τὶς τέχνες ποὺ μᾶς εἶναι ἀπαραίτητες  στὸ παρὸν, ὅπως ἡ ἰ ατρικὴ  καὶ ἡ οἰκονομικὴ καὶ οἱ παρόμοιες  πολὺ περισσότερο διαφέρει ἀπὸ τὶς ἄλλες, ποὺ ἄν τὶς ἐξετάση κανένας ἀκριβῶς, δὲν θὰ τὶς ἔλεγε κἄν τέχνες.  Γι’ αὐτὸ οὔτε κἄν θὰ ἔλεγα πὼς εἶναι τέχνες. Σὲ τὶ μᾶς χρησιμεύεουν ἡ μαγειρικὴ καὶ καρυκευτικὴ τέχνη; Σὲ τίποτα. Εἶναι συνάμα ἄχρηστες καὶ βλαβερὲς καὶ καταστρέφουν τὸ σῶμα καὶ τὴν ψυχή, γιατὶ δείχνουν μεγάλη φιλοτιμία νὰ μπάσουν στὴ ζωὴ τὴν τρυφή, ποὺ εἶναι μητέρα ὅλων τῶν ἀσθενειῶν καὶ παθῶν.  Κι ὄχι μόνο αὐτές.  Μήτε τὴ ζωγραφική, μήτε τὴ διακοσμητικὴ θὰ τὶς λογάριαζα γιὰ τέχνες.  Γιατὶ μόνο περιττὴ διακοσμητικὴ  θὰ τὶς λογάριαζα ἐγὼ μὲ τὶς τέχνες.  Γιατὶ μόνο περιττὴ δαπάνη προκαλοῦν. Ἐνῶ οἱ τέχνες πρέπει νὰ παρέχουν καὶ νὰ δημιουργοῦν τ’ ἀπαραίτητα συνελεστικὰ τῆς ζωῆς.  Γι’ αὐτὸ μᾶς ἔδωσε   ὁ Θεὸς τὴ σοφία, γιὰ νὰ βροῦμε τρόπους, ποὺ νὰ μποροῦμε νὰ οἰκονομοῦμε τὴ ζωή μας. Τὸ νὰ ζωγραφίζωντα ὅμως διάφορα ζῶα στοὺς τοίχους καὶ  στὰ ὑφάσματα, ποῦ χρησιμεύει; Γι’ αὐτὸ καὶ τῶν ὑποδηματοποιῶν καὶ τῶν ὑφαντῶν ἡ τέχνη πρέπει νὰ ὑποστῆ  πολλὲς περικοπές. Γιατὶ τὰ ποιὸ πολλὰ σημεῖα τους τὰ βρήκαν γιὰ κακό τους καταστρέφοντας τὴν ἀναγκαιότητά τους, ἀνακατεύοντας στὴν τέχνη τὴν κακοτεχνία.  Τὸ ἴδιο ἔπαθε καὶ ἡ οἰκοδομική.  Ἀλλὰ ὅπως αὐτήν, τὴν ἀποκαλῶ τέχνη, ὥσπου χτίζει σπίτια κι ὄχι θέατρα, ὥσπου τὰ ἀπαραίτητα κατασκευάζει κι ὄχι τὰ περιττά, τὸ ἴδιο καὶ τὴν ὑφαντουργική, τὴν ὀνομάζω τέχνη, ὥσπου ὑφαίνει ροῦχα καὶ σκεπάσματα καὶ δὲν μιμεῖται τὶς ἀράχνες διαδίδοντας πολὺ γελοῖα πράγματα καὶ ἀνεκδικήγητες βλακεῖες.  Καὶ τὴν τέχνη τῶν ὑποδηματοποιῶν δὲ θὰ τὴ στερήσω τ’ ὄνομα τῆς τέχνης, ὥσπου κάνει ὑποδήματα. Ὅταν ὅμως βάζη τοὺς ἄνδρες νὰ χρησιμοποιοῦν γυναικεῖα σχέδια, καὶ τοὺς κάνη νὰ γίνωνται μαλθακοὶ καὶ λεπτοί, θὰ τὴν κατατάξωμε μέσα στὶς βλαβερὲς καὶ περιττὲς  καὶ δὲ θὰ τὴν ποῦμε τέχνη. Γνωρίζω ὅτι θὰ θεωρηθῆ ἀπὸ πολλοὺς πὼς εἶμαι σχολαστικὸς νὰ κάθωμαι καὶ νὰ λεπτολογῶ.  Γι’ αὐτὸ ὅμως καὶ δὲ θὰ σταματήσω. Ὅλων τῶν κακῶν ἡ αἰτία εἶναι αὐτή· ὅτι νομίζουν ὅλοι πὼς αὐτὰ εἶναι μικρὰ  ἁμαρτήματα  καὶ γι’ αὐτὸ δὲν τὰ προσέχουν.  Ὑπάρχει πιὸ μικρὸ ἁμάρτημα, λέει, νὰ ἔχη κανένας περιποιημένο καὶ γυαλισμένο παπούτσι, καλοβαλμένο στὸ πόδι του; Θέλετε λοιπὸν ν’ ἀπαντήσω σ’ αὐτὸν καὶ νὰ παρουσιάσω πόση ἀσχημία ἔχει τὸ πρᾶγμα καὶ νὰ μὴ θυμώσετε;  Ἤ μᾶλλον, κι ἄν θυμώνετε, δὲ θὰ δώσω πολλὴ σημασία. Σεῖς εἴστε  αἴτιοι τῆς ἀνοησίας αὐτῆς, σεῖς ποὺ δὲν τὸ θεωρεῖτε οὔτε ἁμάρτημα κι ἔτσι μ’ ἀναγκάζετε νὰ ἀναλάβω τὴν κατηγορία τῆς ἀσωτίας.
ε΄ Ἄς τὸ  ἐξετάσωμε λοιπὸν κι ἄς δοῦμε τί λογῆς κακὸ εἶναι. Ὅταν μὲ τὶς κλωστὲς τοῦ μεταξοσκώληκα ποὺ δὲν εἶναι καλὸ νὰ ὑφαίνωνται οὔτε στὰ ροῦχα, ὅταν μ’ αὐτὲς κάνατε ραφὲς  στὰ παπούτσια, πόσο ἄξια γιὰ κοροϊδία καὶ γέλοιο γίνονται αὐτά; Ἄν περιφρονῆτε τὴ δική μου γνώμη, ἀκοῦστε τὴ φωνὴ τοῦ Παύλου, ποὺ ἀπαγορεύει μὲ πολλὴ σφοδρότητα αὐτὰ καὶ τὸτε θὰ νιώσετε τὸ γελοῖο. Τί μᾶς λέει ἐκεῖνος;  Μὴν παρουσιάζεστε μὲ πλεγμένα μαλλιὰ καὶ χρυσάφια, καὶ μαργαριτάρια καὶ πολυτελῆ ροῦχα. Γιὰ πιὰ συγγνώμη θὰ εἶσαι ἄξιος, ὅταν ὁ Παῦλος μήτε στὴν ὕπανδρη γυναῖκα δὲν ἐπιτρέπη νὰ βάλη πολυτελῆ ροῦχα, ἐνῶ σὺ ἐπεκτείνεις καὶ στὰ παπούτσια αὐτὴ τὴ βλακεία καὶ ἐφευρίσκεις μύριους τρόπους γι’ αὐτὴ τὴ γελοιότητα; Κατασκευάζεται τάχα τὸ πλοῖο, βρίσκονται οἱ ναῦτες, ὁ ναύκληρος κι ὁ κυβερνήτης καὶ τὸ πανὶ ἀνοίγεται και διαπλέεται τὸ πέλαγος κι ἀφήνοντας γυναίκα καὶ παιδιὰ καὶ πατρίδα καὶ τὴν ζωὴ του ἀκόμα ὁ ἔμπορος παρδίδει στὰ κύματα κι ἔρχεται στὴ χώρα τῶν βαρβάρων κι ὑποφέρει ἀμέτρητους κινδύνους γι’ αὐτὲς τὶς κλωστές, γιὰ νὰ τὶς πάρετε σεῖς ὕστερ’ ἀπ’  ὅλα αὐτά, νὰ τὶς ράψετε πάνω στὰ παπούτσια σας καὶ νὰ στολίσετε τὸ δέρμα;  Τί χειρότερο μπορεῖ νὰ γίνη ἀπ’ αὐτὴ τὴν ἀνοησία; Δὲν ἦσαν ἔτσι τὰ παλιά, ἀλλὰ πράγματα ποὺ ταίριαζαν σὲ ἄνδρες. Αὐτὰ μὲ κάνουν περιμένω, ὅτι μὲ τὸ πέρασμα τοῦ καιροῦ, οἱ νέοι μας θὰ φορέσουν καὶ παπούτσια γυναικῶν καὶ δὲ θὰ ντρέπωνται. Καὶ τὸ χειρότερο, ὅτι οἱ πατέρες μόλο ποὺ βλέπουν αὐτὰ δὲν ἀγανακτοῦν ἀλλὰ νομίζουν ὅτι τὸ πρᾶγμα εἶναι ἀδιάφορο. Θέλετε νὰ πῶς καὶ τὸ ἀκόμα χειρότερο, ὅτι αὐτὰ συμβαίνεουν τὴ στιγμὴ ποὺ ὑπάρχουν πολλοὶ φτωχοί; Θέλετε νὰ φέρω μπορστά σας, τὸν πεινασμένο Χριστό, τὸ γυμνό, τὸν περιπλανώμενο παντοῦ, τὸ φυλακισμένο; Καὶ δὲ θὰ γίνετε ἄξιοι νὰ πέσουν πάνω σας πολλοὶ κεραυνοὶ ν’ ἀφήνετε ἐκείνους χωρὶς τὴν ἀπαραίτητη τροφὴ ἀλλὰ νὰ στολίζετε μὲ τόσο ζῆλο τὰ δέρματα;  Κι ὁ ἴδιος ὅταν νομοθετοῦσε στοὺς μαθητὰς δὲν τοὺς ἄφηνε μήτε παπούτσια νὰ ἔχουν. Ἐμεῖς, ὅμως ὄχι μόνο δὲ δεχόμαστε νὰ βαδίζωμε ἀνυπόδητοι ἀλλὰ οὔτε ὅπως πρέπει ποδεμένοι. Τί χειρότερο μπορεῖ νὰ γίνη ἀπ’ αὐτὴ τὴν ἀταξία, ἀπ’ αὐτὴ τὴ γελοιότητα;  Αὐτὰ χαρακτηρίζουν μιὰ ψυχὴ μαλθακὴ καὶ σκληρὴ κι ὡμὴ κι ἀκατάστατη καὶ ματαιόσχολη.  Πότε θὰ μπορέση νὰ προσέξη σὲ κάτι ἀπαραίτητο αὐτὸς ποὺ ἀπασχολῆται μὲ αὐτὰ τὰ περιττά; Πότε θὰ δεχθῆ ὁ νέος τοῦ εἴδους αὐτοῦ νὰ φροντίση γιὰ τὴν ψυχὴ καὶ νὰ σκεφθῆ κἄν ὅτι ἔχει ψυχή; Γιατὶ ὅποιος ἀναγκάζεται ν’ ἀσχολῆται μ’ αὐτὰ θὰ γίνη μικροπρεπὴς καὶ σκληρὸς, ὅποιος γι’ αὐτὰ  παραμελῆ τοὺς φτωχοὺς καὶ χωρὶς καθόλου ἀρετή, ὅποιος ξοδεύει σ’ αὐτὰ ὅλο τὸ ζῆλο του. Γιατὶ αὐτὸς ποὺ προσέχει τὰ πλεονεκτήματα τῶν νημάτων ἤ τὴν ποιότητα τοῦ χρώματος καὶ τὰ σχέδια ποὺ κάνουν αὐτὰ τὰ ὑφάσματα, πότε θὰ μπορέση νὰ κοιτάξη στὸν οὐρανό; Πότε τὴν ὁμορφιὰ τοῦ οὐρανοῦ θὰ θαυμάση αὐτὸς ποὺ εἶναι κυριευμένος ἀπὸ τὴν ὁμορφιὰ τῶν δερμάτων καὶ σκύβει πρὸς τῆ γῆ; Κι ὁ Θεὸς ἅπλωσε τὸν οὐρανό, καὶ ἄναψε τὸν ἥλιο, τραβῶντας πρὸς τὰ ἄνω τὰ βλέμματα. Σὺ ὅμως ἀναγκάζεις τὸν ἑαυτὸ σου νὰ σκύβη πρὸς τὴ γῆ κατὰ τὴ μεριὰ τῶν χοίρων καὶ ἀκολουθεῖς τὸν διάβολο. Γιατὶ ὁ πονηρὸς αὐτὸς δαίμονας ἐπινόησε αὐτὴ τὴν ἀσχήμια, ἀπομακρύνοντάς σε ἀπὸ ἐκείνη τὴ ὁμορφιά. Γι’ αὐτὸ σ’ ἔσυρε ἐδῶ καὶ παραμερίζεται ὁ Θεὸς ποὺ δείχνει τὸν οὐρανὸ ἀπὸ τὸν διάβολο ποὺ δείχνει τὰ δέρματα.  Κι οὔτε ποὺ εἶναι δέρματα, ἔργα τοῦ Θεοῦ, ἀλλὰ βλακεία καὶ κακοτεχνία.  Σκυμμένος λοιπὸν στὴ γῆ τριγυρίζει ὁ νέος, ποὺ ἔχει λάβει ἐντολὴ νὰ μελετᾶ τὰ οὐράνια, καὶ πιὸ πολὺ ὐπερηφανεύεται γι’ αὐτὰ παρὰ ἄν κατώρθωνε κάτι ἀπὸ τὰ ὑψηλά. Περπατᾶ στὴν ἀγορὰ πατῶντας στὶς ἄκρες τῶν ποδιῶν του καὶ δημιουργεῖ στὸν ἑαυτὸ του ἐνοχλήσεις καὶ στενοχώριες περιττὲς μὴν τὰ χαλάση μὲ τὶς λάσπες τὸ χειμῶνα καὶ μὴν τὰ σκεπάση ἡ σκόνη τὸ καλοκαίρι. Τί λές, καημένε;  Ὁλόληρη τὴν ψυχὴ σου  ἔρριξες στὴ λάσπη γι’ αὐτὴ τὴν  ἀσωτία κι ἐνῶ ἀδιαφορεῖς ἄν σέρνεται στὸ χῶμα, μοχθεῖς τόσο πολὺ γιὰ τὰ ὑποδήματα;  Μάθε νὰ  τὰ χρησιμοποιῆς ὀθρὰ καὶ ντράπου νὰ δίνης σ’ αὐτὰ τὸση σημασία. Τὰ παπούτσια ἔγιναν γιὰ νὰ πατοῦμε τὴ λάσπη καὶ τὶς ἀκαθαρσίες τοῦ ἐδάφους. Ἄν αὐτὸ σὲ στενοχωρῆ,  κρέμασέ τα στὸ λαιμό σου ἤ φόρεσέ τα στὸ κεφάλι σου.
στ΄. Γελᾶταε μ’ αὐτὰ ποὺ ἀκοῦτε·  ἐμένα μοῦ φέρνει δάκρυα ἡ μανία τους κι ὁ ζῆλος τους αὐτός. Ἀφοῦ μὲ πιὸ πολλὴ εὐχαρίστηση θὰ λέρωναν τὸ σῶμα τους μὲ τὴν λάσπη παρὰ ἐκεῖνα τὰ δέρματα. Κι ἔτσι ἀποδεικνύονται μικρολόγοι καί, μὲ ἄλλο τρόπο πάλι, φιλοχρήματοι. Αὐτὸς ποὺ  συνήθισε νὰ δείχνη μανία καὶ ζῆλο σὲ τέτοια καθὼς καὶ στὰ ρο[ουχα καὶ σ’ ὅλα τὰ ἄλλα ἔχει ἀνάγκη ἀπὸ μεγάλα ἔξοδα καὶ μεγάλα εἰσοδήματα. Κι ἄν ἔχη φαντασμένο πατέρα αἰχαμαλωτίζεται περισσότερο τροφοδωτῶντας τὴν ἄτοπη ἐπιθυθμία του, ἄν πάλι μικροπρεπῆ ἀναγκάζεται σὲ ἄλλες ἀσχημίες, γιὰ νὰ βρῆ τὰ χρήματα ποὺ τοῦ χρειάζονται. Γιὰ τέτοιους λόγους πολλοὶ νέοι καὶ τὰ νιάτα τους πούλησαν κι ἔγιναν παράσιτοι σ’ εὔπορους, κι ἄλλες δουλικὲς ὑπηρεσίες ὑπέμειναν μ’ αὐτὸ τὸ τίμημα ἱκανοποιῶντας τὶς τέτοιες ἐπιθυμίες τους. Εἶναι φανερὸ ἀπ’ αὐτὰ ποὺ εἶπα, ὅτι αὐτὸς καὶ φιλοχρήματος θὰ γίνη καὶ μικροπρεπὴς κι ἀπ’ ὅλους πιὸ ἀνίκανος γιὰ τὰ ἀπαραίτητα κι ὅτι θὰ ὑποχρεωθῆ νὰ κάνη σειρὰ ἀπὸ λάθη. Καὶ δὲ θὰ ἀντιτείνη κανένας ὅτι θὰ γίνη σκληρὸς καὶ κενόδοξος.  Σκληρός, γιατὶ ὅταν συναντήση τὸ φτωχὸ ἀπὸ τοῦ καλλωπισμοῦ τὸν πόθο νομίζει ὅτι οὔτε τὸν εἶδε κἄν, κι ἐνῶ αὐτὰ στολίζει μὲ χρυσάφι γιὰ κεῖνον ἀδιαφορεῖ ποὺ λιμοκτονεῖ.  Κενόδοξος, ὅταν βασανίζεται νὰ ζητᾶ καὶ στὰ μικρὰ τὸ θαυμασμὸ ὅσων τῶν βλέπουν. Τόσο πολύ, νομίζω, οὔτε στρατηγός δὲν περηφανεύεται γιὰ τὰ στρατόπεδα καὶ τὰ τρόπαιά του, ὅπως οἱ ἀνήθικοι νέοι γιὰ τὴν περιποίηση τῶν παπουτσιῶν τους, γιὰ τὰ μακρυὰ φορέματα καὶ τὸ κοψιμο τῶν μαλλιῶν. Ἐνῶ αὐτὰ εἶναι ἔργα ἄλλων τεχνιτῶν. Κι ἄν γιὰ ξένα ἔργα δὲν παύουν τὴν κενοδοξία τους, πότε γιὰ τὰ δικὰ τους θὰ τὴ σταματήσουν; Νὰ σᾶς πῶ κι ἄλλα χειρότερα ἀπ’ αὐτὰ ἤ εἶναι ἀρκετὰ καὶ τοῦτα; Εἶναι ἀνάγκη νὰ σταματήσω ἐδῶ τὸ λόγο μου. Αὐτὰ τὰ εἶπα γιὰ ὅσους φέρνουν ἀντιρρήσεις ὅτι τὸ πρᾶγμα δὲν εἶναι καθόλου κακό. Γνωρίζω ὅτι πολλοὶ ἀπὸ τοὺς νέους δὲ θὰ δώσουν καμμιὰ προσοχὴ παρασυρεμένοι ἀπὸ τὸ πάθος τους. Δὲν ἔπρεπε ὅμως νὰ σωπάσω γι’ αὐτό. Οἱ φρόνιμοι καὶ πνευματικὰ ὑγιεῖς γονεῖς θὰ κατορθώσουν νὰ τοὺς ὁδηγήσουν καὶ χωρὶς νὰ θέλουν ἐκεῖνοι στὸ δρόμο τῆς κοσμιότητας. Ἄς μὴ λέμε λοιπὸν ὅτι δὲν ἔχει σημασία αὐτὸ καὶ δὲν εἶναι τίποτε ἐκεῖνο· αὐτὴ ἡ ἀντίληψη τὰ κατάστερεψε ὅλα. Ἔπρεπε καὶ σ’ αὐτὰ νὰ τοὺς κατευθύνουν καὶ σ’ αὐτὰ ποὺ φαίνονται μικρὰ καὶ νὰ τοὺς κάνουν σεμνούς, μεγαλόψυχους, ἀνώτερους ἀπὸ ἐξωτερικὴ ἐμφάνιση. Ἔτσι θὰ τοὺς δοῦμε δόκιμους καὶ στὰ μεγάλα. Ποιὸ πρᾶγμα εἶναι μηδαμινώτερο ἀπὸ τὴ μάθηση τοῦ ἀλφαβήτου; Ἀπ’ αὐτὸ ὅμως γίνονται καὶ οἱ ρήτορες κι οἱ σοφιστὲς κι οἱ φιλόσοφοι.  Κι ἄν ἀγνοήσουν αὐτὸ, μήτε ἐκεῖνα δὲ θὰ τὰ μάθουν ποτέ. Δὲν μιλῶ μόνο γιὰ τοὺς νέους ἀλλὰ καὶ γιὰ τὶς γυναῖκες καὶ τὶς νέες. Κι αὐτὲς μπορεῖ νὰ κατηγορηθοῦν γιὰ τέτοια σφάλματα καὶ τόσο περισσότερο ὅσο στὴν νέα ταιριάζει ἡ σεμνότητα. Θωρήσετε  λοιπὸν ὅτι καὶ γιὰ σᾶς λέγονται ὅσα εἶπα γι’ αὐτοὺς, γιὰ νὰ μὴ χρειαστῆ ἐπανάληψη τῶν ἴδιων. Ἄς κλείσω τὸ λόγο μὲ εὐχή. Ὅλοι ἐσεῖς εὐχηθῆτε μαζί μου, νὰ μπορέσουν οἱ νέοι μας νὰ ζήσουν μὲ σεμνότητα καὶ νὰ φτάσουν  σὲ ἀνάλογα γηρατειά. Ὅποιοι  δὲν ζοῦν ἔτσι, δὲν εἶναι καλὸ νὰ φτάσουν στὸ γῆρας, ὅποιοι ὅμως καὶ στὰ νιᾶτα τους ἔχουν τὴ φρόνηση τῶν γερόντων, εὔχομαι νὰ φτάσουν σὲ βαθιὰ γεράματα καὶ καλῶν παιδιῶν νὰ γίνουν πατέρες ,τοὺς γονεῖς τοὺς νὰ εὐχαριστήσουν  καὶ πρὸ  πάντων  τὸ δημιουργό τους Θεό, καὶ νὰ βγάλουν ἀπὸ πάνω  τους κάθε νόσο, ὄχι μόνο τῶν παπουτσιῶν καὶ τῶν ρούχων  ἀλλὰ καὶ τὴν ἄλλη ὅλη.  Γιατὶ  σὰν τὰ χωράφια ποὺ ἐκχερσώνονται εἶναι καὶ ἡ νοεότητα ποὺ παραμελεῖται φυτρώνοντας πολλὰ κι ἀπὸ παντοῦ ἀγκάθια. Ἄς ἀνάψωμε λοιπὸν τὴ φωτιὰ τοῦ Πνεύματος κι ἄς κάψωμε τὶς πονηρὲς ἐπιθυμίες , ἄς ἀνανεώσωμε τοὺς ἀγροὺς κι ἄς τοὺς ἑτοιμάσωμε νὰ δεχτοῦν τὴ σπορὰ καὶ ἄς παρουσιάσωμε τοὺς δικοὺς μας νέους πιὸ φρόνιμους ἀπὸ τοὺς γέροντες τῶν ἄλλων. Τὸ ἀξιοθαύμαστο εἶναι νὰ λάμπη ἡ σωφροσύνη στὰ  νιᾶτα, γιατὶ ὁ συνετὸς γέροντας δὲν ἔχει πολλὴ ἀμοιβή, ἐπειδὴ  ἡ ἡλικία του δίνει  ἀλάθευτη   ἀσφάλεια.   Τὸ ἀπροδόκητο  εἶναι τοῦτο·  μέσα στὰ κύματα ν’ ἀπολαβαίνης τὴ γαλήνη, νὰ μὴν καίεσαι μέσα στὸ καμίνι, στὰ νιᾶτα σου νὰ μὴν ἀκολασταίνης. Αὐτὰ ἄς ἔχωμε στὸ νοῦ, κι ἄς μιμηθοῦμε τὸ μακάριο  Ἰωσήφ,  ποὺ    μέσα ἀπ’ ὅλα αὐτὰ ἔλαμψε ἡ ἀρετὴ του, γιὰ  νὰ ἐπιτύχωμε καὶ τὰ ἴδια στεφάνια.  Ἄς γίνη δυνατὸ νὰ τὰ ἀπολαύσωμε ὅλοι μας μὲ τὴ  χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ. Σ’ αὐτὸν καὶ στὸν Πατέρα καὶ στὸ Πνεῦμα ἄς εἶναι ἡ δόξα, τώρα καὶ πάντα καὶ στοὺς αἰῶνες. Ἀμήν.

Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.204-217

Άναβάσεις - http://anavaseis.blogspot.com
 http://anavaseis.blogspot.gr/2012/07/blog-post_3535.html

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου